- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.17.1-8.17.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
索斯特拉托斯讲述了拜占庭的卡利斯泰内斯劫走卡利戈涅之后的后续,叙述了卡利斯泰内斯如何礼遇她,如何洗心革面成为一名品德端正的青年并被推举为将军。
Λέγει δὴ καὶ ὁ Σώστρατος “ἐπεὶ τοίνυν τοὺς ὑμετέρους μύθους, ὦ παιδία, κατελέξατε, φέρε ἀκούσατε” ἔφη “καὶ παρ’ ἐμοῦ τὰ οἴκοι πραχθέντα περὶ Καλλιγόνην τὴν σήν, ὦ Κλειτοφῶν, ἀδελφήν, ἵνα μὴ ἀσύμβολος ὦ μυθολογίας παντάπασι.”1 Κἀγὼ ἀκούσας τὸ τῆς ἀδελφῆς ὄνομα πάνυ τὴν γνώμην ἐπεστράφην καὶ “ἄγε, πάτερ” εἶπον “λέγε· μόνον περὶ ζώσης λέγοις.”2 Ἄρχεται δὴ λέγειν ἃ φθάνω προειρηκὼς ἅπαντα,3 τὸν Καλλισθένην, τὸν χρησμόν, τὴν θεωρίαν, τὸν λέμβον, τὴν ἁρπαγήν. Εἶτα προσέθηκεν ὅτι “μαθὼν κατὰ τὸν πλοῦν ὡς οὐκ ἦν θυγάτηρ ἐμή, διημαρτήθη δὲ τὸ πᾶν ἔργον αὐτῷ, ἤρα δ᾽ ὅμως καὶ σφόδρα τῆς Καλλιγόνης, προσπεσὼν αὐτῆς τοῖς γόνασι “δέσποινα” εἶπε “μή με νομίσῃς λῃστὴν εἶναί τινα καὶ κακοῦργον, ἀλλὰ γάρ εἰμι τῶν εὖ γεγονότων, γένει Βυζάντιος, δεύτερος οὐδενός· ἔρως δέ με λῃστείας ὑποκριτὴν πεποίηκε καὶ ταύτας ἐπὶ σοὶ πλέξαι τὰς τέχνας. Δοῦλον οὖν με σεαυτῆς ἀπὸ ταύτης τῆς ἡμέρας νόμιζε· καί σοι προῖκα ἐπιδίδωμι τὸ μὲν πρῶτον ἐμαυτόν, ἔπειτα ὅσην οὐκ ἂν ὁ πατὴρ ἐπέδωκέ σοι· τηρήσω δέ σε παρθένον μέχριπερ ἂν σοὶ δοκῇ.” Καὶ ταῦτα εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν.
于是索斯特拉托斯也说:“孩子们,既然你们已经讲完了你们的故事,那么来吧,”他说,“也从我这里听听家乡发生关于你妹妹卡利戈涅的事吧,克利托丰,免得我在讲故事这件事上完全没有分文贡献。”我一听到妹妹的名字,心思便全然被吸引了过去,说道:“来吧,父亲,讲吧;但愿您讲的是她还活着。”于是他便开始讲述我已先一步讲过的一切:卡利斯泰内斯、神谕、出使、小艇、劫掠。接着他又补充道:“在航行中得知她不是我的女儿,并且他的整桩图谋完全落空之后,他却依然深深地爱上了卡利戈涅;他伏倒在她的膝前说道:‘女主人,请不要以为我是什么海盗和恶徒;事实上我出身高贵,按族裔是拜占庭人,不亚于任何人。是爱情使我扮演了海盗的角色,并针对您织就了这般诡计。因此,从今往后请把我当作您的奴隶;作为彩礼,我首先献上我自己,接着献上连您父亲也不会给予您的巨资;只要您认为合适,我定会为您守住童贞。’他说完这些以及更多的话,使那少女对他变得更加顺从柔和。
Ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος καὶ πιθανώτατος, καὶ ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγίστης καὶ τἆλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατο, ὥστε καὶ αὐτὴν ᾑρήκει τὴν κόρην ἤδη.
他容貌俊美,口齿伶俐,极具说服力;当他回到拜占庭后,立下了巨额聘礼的契约,并在其余一切方面都作了奢华的备置,包括衣裳、黄金以及凡富贵妇人装饰所需的一切物品,优厚而得体地对待她,正如他所许诺的那样保全她的纯洁,以至于他已经赢得了少女的芳心。
Ὁ δὲ καὶ τἆλλα πάντα παρεῖχεν ἑαυτὸν κοσμιώτατον καὶ ἐπιεικῆ καὶ σώφρονα, καὶ ἦν τις ἐξαίφνης περὶ τὸν νεανίσκον θαυμαστὴ μεταβολή. Ἕδρας τε γὰρ ἐξανίστατο τοῖς πρεσβυτέροις καὶ ἐπεμελεῖτο φθάνειν προσαγορεύων τοὺς ἐντυγχάνοντας, καὶ τὸ τέως ἄκριτον πολυτελὲς ἐκ τῆς πρὶν ἀσωτίας εἰς τὸ εὔβουλον μεταπῖπτον τὸ μεγαλόφρον ἐφύλαττε πρὸς τοὺς ἐν χρείᾳ τοῦ λαβεῖν διὰ πενίαν ὄντας, ὥστε θαυμάζειν ἅπαντας τὸ αἰφνίδιον οὕτως ἐκ τοῦ χείρονος εἰς τὸ πάνυ χρηστὸν μετελθόν.
而且他在其余一切事情上也表现得极为规矩、宽和而有节制,这年轻人身上突然发生了一种令人惊叹的转变。因为他会为长辈让座,留心抢先向遇见的人致意问候;而他昔日因放荡而带来的毫无节制的挥霍,虽转变为深谋远虑,却对那些因贫困而需要接济的人保留着慷慨大度,以至于众人都惊叹他竟能如此迅疾地从劣转为至善。
Ἐμὲ δ’ οὖν ᾑρήκει πάντων μᾶλλον, καὶ ὑπερηγάπων αὐτὸν καὶ τὴν πρὶν ἀσωτίαν φύσεως ἐνόμιζον εἶναι θαυμαστὴν μεγαλουργίαν, ἀλλ’ οὐκ ἀκρασίαν.
无论如何,他最深得我心,我极度喜爱他,认为他昔日的浪荡乃是一种令人赞叹的天性博大,而非放纵失控。
Κἀμὲ οὖν ὑπεισῄει τὸ τοῦ Θεμιστοκλέους, ὅτι κἀκεῖνος τὴν πρώτην ἡλικίαν σφόδρα δόξας ἀκόλαστος εἶναι πάντας ὑπερέβαλεν Ἀθηναίους ὕστερον σοφίᾳ τε καὶ ἀνδραγαθίᾳ· καὶ δὴ μετενόουν ἀποσκορακίσας αὐτόν,4 ὅτε μοι περὶ τοῦ τῆς θυγατρὸς διελέχθη γάμου.
于是在我心中浮现出地米斯托克利的故事,他也曾在早年被认为极度放浪,后来却在智慧和勇德上超越了所有的雅典人;我也深悔当初在他与我商议娶我女儿时将其断然拒绝。
Καὶ γάρ με σφόδρα ἐθεράπευε καὶ ἐκάλει πατέρα καὶ κατὰ τὴν ἀγορὰν ἐδορυφόρει καὶ τῶν εἰς πόλεμον γυμνασίων οὐκ ἠμέλει, ἀλλὰ καὶ πάνυ ἐρρωμένως ἐν ταῖς ἱππασίαις διέπρεπεν.
因为他对我极为侍奉周到,称我为父亲,在广场上如侍卫般护卫我,也绝不荒废作战演练,反而在马术操练中极其刚健勇武、出类拔萃。
Ἦν μὲν οὖν καὶ παρὰ τὸν τῆς ἀσωτίας χρόνον τούτοις χαίρων καὶ χρώμενος, ἀλλ’ ὡς ἐν τρυφῇ καὶ παιδιᾷ· τὸ δὲ ἀνδρεῖον ὅμως αὐτῷ καὶ τὸ ἔμπειρον λεληθότως ἐτρέφετο· τέλεον δὲ ἦν αὐτῷ τὸ ἔργον πρὸς τὸ καρτερῶς καὶ ποικίλως διαπρέπειν ἐν τοῖς πολεμικοῖς.
固然,在放荡度日的时期他也乐于从事这些活动,但那时只是出于奢靡与嬉戏;然而英勇与熟稔的技艺却暗中得到了滋养,而在战事中坚韧且多能地崭露头角方面,他的能力已臻完美。
Ἐπεδίδου δὲ καὶ χρήματα ἱκανὰ τῇ πόλει. Κἀκεῖνον ἅμα ἐμοὶ στρατηγὸν προεβάλοντο· ὅθεν ἔτι μᾶλλον ὑπερησπάζετό με, ὑπήκοόν μοι κατὰ πάντα παρέχων ἑαυτόν.”
他还向城邦捐赠了充足的金钱。于是城邦推举他与我一同担任将军;因此他愈加敬爱我,在凡事上都顺服于我。”
- 8.17.2ἵνα μὴ ἀσύμβολος ὦ μυθολογίας παντάπασι
形容词 ἀσύμβολος(“不出份子的、不交会费的”)与属格 μυθολογίας(在此表示关涉或宾格性对象)搭配。它借用了宴席上凑份子(συμβολή)的隐喻,意为“免得我在故事分享中完全不出一份力”。
- 8.17.2μόνον περὶ ζώσης λέγοις
由 μόνον 引导的独立祈愿希求法(λέγοις),意为“只愿您讲的是她还活着的事”。虽然在语意上带有类似限制性条件的意味(“只要您讲述的是……”),但紧随前文的祈使句 λέγε 之后,它主要表达说话者强烈的期盼与祈愿。
- 8.17.2ἃ φθάνω προειρηκὼς ἅπαντα
动词 φθάνω 与分词 προειρηκώς 搭配,表示“已经先行讲述过……”。叙述者克利托丰在此指的是自己在小说前半部分中已经向读者交代过的情节。关系从句中的宾语 ἅπαντα 由随后的一连串同位宾语(τὸν Καλλισθένην, τὸν χρησμόν 等)加以具体展开。
- 8.17.7καὶ δὴ μετενόουν ἀποσκορακίσας αὐτόν
动词 μετανοέω 支配过去时分词 ἀποσκορακίσας,表示“后悔做了……”。动词 ἀποσκορακίζω 字面意为“掷去喂乌鸦”,引申为“严词拒绝、鄙视退绝”,在此指父亲索斯特拉托斯对自己当初断然回绝求婚感到懊悔。
