← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§8.16.1-8.16.7

伪造的斩首与夏瑞亚斯的下场

勒基珀讲述了海盗们如何斩杀替身妇人以伪造她的死亡,以及出此计谋的夏瑞亚斯如何因分赃不均而被同伙斩首扔入海中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.16.1

“Γυναῖκα” ἔφη “κακοδαίμονα ἐξαπατήσαντες οἱ λῃσταὶ τῶν ἐπὶ μισθῷ πωλουσῶν τὰ Ἀφροδίτης, ὡς δὴ ναυκλήρῳ τινὶ συνεσομένην ἐπὶ τοῦ σκάφους, ταύτην εἶχον ἐπὶ τῆς νεώς, ἀγνοοῦσαν τὴν ἀλήθειαν ἐφ̓ ὃ παρῆν, ὑποπίνουσαν δὲ ἡσυχῆ σύν τινι τῶν πειρατῶν·

“海盗们,”她说,“从那些为酬劳而出卖风月之事的女子中诱骗了一名不幸的妇人,借口称她要在船上陪伴某位船主,将她留在这艘船上;她并不知道自己身在此处的真相,只是与其中一个海盗悄悄饮酒。

§8.16.2

λόγῳ δ’ ἦν ἐραστὴς ὁ λῃστής. Ἐπεὶ δὲ ἁρπάσαντές με, ὡς εἶδες, ἐνέθεσαν τῷ σκάφει καὶ πτερώσαντες αὐτὸ ταῖς κώπαις ἔφυγον, ὁρῶντες τὴν διώκουσαν ναῦν φθάνουσαν, περιελόντες τόν τε κόσμον καὶ τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃ· καὶ στήσαντες αὐτὴν ἐπὶ τῆς πρύμνης, ὅθεν διώκοντες ὄψοισθε, τὴν κεφαλὴν ἀποτέμνουσιν αὐτῆς, καὶ τὸ μὲν σῶμα ἔρριψαν, ὡς εἶδες, κατὰ τῆς θαλάσσης, τὴν δὲ κεφαλήν, ὡς ἔπεσεν, εἶχον ἐπὶ τῆς νεὼς τότε.

名义上,那个海盗是她的情郎。但正如你所见,当他们将我劫掳上船,以双桨如翼疾速逃遁时,他们看到追赶的船只正逐渐赶上,便剥下那个可怜妇人的首饰和衣裳穿在我身上,而把我的短袍套在她身上;他们将她立在船尾追赶的你们能够看见的地方,斩下了她的头颅,并且正如你所见,将她的尸体抛入大海,至于头颅,掉落之后当时还留在船上。

§8.16.3

Μικρὸν γὰρ ὕστερον καὶ ταύτην ἀποσκευάσαντες ἔρριψαν ὁμοίως, ὅτε μηκέτι τοὺς διώκοντας εἶδον. Οὐκ οἶδα δὲ πότερον τούτου χάριν προπαρασκευάσαντες ἔτυχον τὴν γυναῖκα ἢ διεγνωκότες ἀνδραποδίσαντες πωλῆσαι, ὥσπερ ὕστερον πεπράκασι κἀμέ· τῷ δὲ διώκεσθαι1 πρὸς ἀπάτην τῶν διωκόντων ἀντ’ ἐμοῦ σφάττουσι, νομίζοντες πλέον ἐμπολήσειν ἐκ τῆς ἐμῆς πράσεως ἢ τῆς ἐκείνης.

因为不久之后,当他们再也看不到追赶者时,同样将这头颅也处置掉扔入了海中。我不知道他们事先备下这妇人究竟正是为此目的,还是本打算将她充作奴隶贩卖,就像他们后来把我卖掉那样;但由于遭到追赶,为了蒙骗追赶之人,他们杀死了她来代替我,认为贩卖我所获得的利益远胜过贩卖她。

§8.16.4

Διὰ τοῦτο γὰρ καὶ τὸν Χαιρέαν τὴν ἀξίαν δόντα δίκην ἐπεῖδον· αὐτὸς γὰρ ἦν ὁ συμβουλεύσας ἀντ’ ἐμοῦ τὴν ἄνθρωπον ἀποκτείναντας ῥῖψαι.

正因如此,我也亲眼见到了海雷阿斯得到了他应得的惩罚;因为正是他提议杀死那个女人抛尸入海来代替我。

§8.16.5

Ὁ δὲ λοιπὸς τῶν λῃστῶν ὄχλος οὐκ ἔφασάν με αὐτῷ ἀφήσειν μόνῳ· φθάνειν γὰρ ἤδη λαβόντα σῶμα ἕτερον, ὃ πραθὲν ἂν παρέσχεν αὐτοῖς ἀφορμὴν κέρδους·2 δεῖν δὲ ἀντὶ τῆς θανούσης ἐμὲ πραθεῖσαν κοινὴν ἅπασιν αὐτοῖς γενέσθαι μᾶλλον ἢ ἐκείνῳ μόνῳ.

而其余的一群海盗则表示决不肯将我单独留给他;他们声称他已经预先占有了一具肉身,若卖掉本可给他们提供利润的来源;如今既然那妇人已死,理应将我卖掉,作为他们大家共同的财物,而不能单单归他一人所有。

§8.16.6

Ὡς δὲ ἀντέλεγε, δικαιολογούμενος δῆθεν καὶ τὰς συνθήκας προφέρων, ὡς οὐκ εἰς πρᾶσιν ἁρπάσειεν αὐτοῖς ἀλλ’ ἐρωμένην αὑτῷ, καί τι θρασύτερον εἶπε, εἷς τῶν λῃστῶν, καλῶς ποιῶν,3 ὄπισθεν ἑστὼς ἀποκόπτει τὴν κεφαλὴν αὐτοῦ. Ὁ μὲν οὖν δίκην οὐ μεμπτὴν δοὺς τῆς ἁρπαγῆς ἔρριπτο καὶ αὐτὸς κατὰ τῆς θαλάσσης, οἱ δὲ λῃσταὶ δύο πλεύσαντες ἡμερῶν ἄγουσί με οὐκ οἶδ’ ὅποι γε καὶ πιπράσκουσιν ἐμπόρῳ συνήθει, κἀκεῖνος Σωσθένει.”

当他出言反对,貌似振振有词地搬出彼此的协定,声称自己劫掠我不是为了给他们贩卖而是作他自己的情人,并且说了些愈发狂妄的话时,海盗中的一人——真是大快人心——站在他身后,一刀砍下了他的头颅。于是他为这桩劫案付出了理所应当的代价,自己也被抛入了大海;而海盗们航行了两天,把我带到了不知何处,卖给了一个相熟的商人,那个商人又把我转卖给了索斯泰内斯。”

语法注3 条
  1. 8.16.3τῷ δὲ διώκεσθαι

    带定冠词的现在被动态不定式 διώκεσθαι 的与格,表原因或契机(“由于遭到追赶”)。无需前置词,单用与格即可表示行为的原因或由头。

  2. 8.16.5φθάνειν γὰρ ἤδη λαβόντα σῶμα ἕτερον, ὃ πραθὲν ἂν παρέσχεν αὐτοῖς ἀφορμὴν κέρδους·

    依存于引出间接引语的 ἔφασαν 的不定式结构。动词 φθάνω 支配分词 λαβόντα,意为“抢先已经占有”(逻辑主语夏瑞亚斯采用宾格)。关系从句中分词 πραθέν 相当于条件从句(“若被卖掉”),ἂν παρέσχεν(ἄν 加不定过去时直陈式)构成与过去事实相反的虚拟条件句归结从句(“本可提供”)。

  3. 8.16.6καλῶς ποιῶν

    现在分词的惯用表达,以插说形式表达叙述者勒基珀对主句动作的赞许与认同(“大快人心地理当如此”、“做得好”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.16.1-8.16.7