← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§8.15.1-8.15.4

索斯泰内斯的招供与席间的往事追叙

次日索斯泰内斯惧刑招认,瑟尔桑德罗斯被缺席判处流放;克利托丰等人在祭司席间回顾过往经历,并请勒基珀讲述法罗斯岛上断头惨案的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.15.1

Τῇ δὲ ὑστεραίᾳ τὸν Σωσθένην ἦγον ἐπὶ τοὺς ἄρχοντας οἱ ταύτην ἔχοντες τὴν πίστιν.1 Ὁ δὲ ἐπὶ βασάνους ἑαυτὸν ἀγόμενον ἰδὼν πάντα σαφῶς λέγει, ὅσα τε ἐτόλμησεν ὁ Θέρσανδρος καὶ ὅσα αὐτὸς ὑπηρέτησεν· οὐ παρέλιπε δὲ οὐδὲ ὅσα ἰδίᾳ πρὸ τῶν τῆς Λευκίππης θυρῶν διελέχθησαν πρὸς ἀλλήλους περὶ αὐτῆς.

翌日,受托掌管此事的差役们将索斯泰内斯押解到长官们面前。他见自己被带去受审用刑,便将瑟尔桑德罗斯的一切胆大妄为以及自己从旁协助的诸事全盘托出,甚至连他们私自在勒基珀门前就她之事所做的密谋也毫无隐瞒。

§8.15.2

Καὶ ὁ μὲν αὖθις εἰς τὴν εἱρκτὴν ἐβέβλητο, δώσων δίκην, τοῦ δὲ Θερσάνδρου φυγὴν ἀπόντος κατέγνωσαν· ἡμᾶς δὲ ὁ ἱερεὺς ὑπεδέχετο πάλιν τὸν εἰθισμένον τρόπον.

于是索斯泰内斯被再度投入监牢以候受罚,而长官们则在瑟尔桑德罗斯缺席的情况下判处了他流放之刑;祭司则按常礼再度款待了我们。

§8.15.3

Καὶ μεταξὺ δειπνοῦντες ἐμυθολογοῦμεν ἅ τε τὴν προτεραίαν ἐτύχομεν εἰπόντες καὶ εἴ τι ἐπιδεέστερον ἦν ὧν ἐπάθομεν.2 Ἡ Λευκίππη δὲ ἅτε δὴ τὸν πατέρα μηκέτι αἰδουμένη, ὡς ἂν σαφῶς παρθένος εὑρεθεῖσα, τὰ συμβάντα μεθ’ ἡδονῆς διηγεῖτο.

就餐期间,我们交谈起来,既提及前一日恰好说起的事,又补叙了我们所遭遇的磨难中尚未言明的情节。勒基珀因已被确凿证实仍是处子之身,不再在父亲面前感到羞怯,便欣然讲述起所发生的一切。

§8.15.4

Ἐπεὶ δὲ κατὰ τὴν Φάρον ἐγεγόνει καὶ τοὺς λῃστάς, λέγω πρὸς αὐτὴν “οὐκ ἐρεῖς ἡμῖν τὸν μῦθον τῶν τῆς Φάρου λῃστῶν καὶ τῆς ἀποτμηθείσης ἐκεῖ τὸ αἴνιγμα κεφαλῆς,3 ἵνα σου καὶ ὁ πατὴρ ἀκούσῃ; τοῦτο γὰρ μόνον ἐνδεῖ πρὸς ἀκρόασιν τοῦ παντὸς δράματος.”

及至谈及法罗斯岛与海盗之时,我便对她说道:“你何不把法罗斯岛海盗的故事,以及在那里被斩落的头颅之谜讲给我们听听呢?好叫你的父亲也能听闻。因为要听完这整出戏,唯独欠缺这一段了。”

语法注3 条
  1. 8.15.1οἱ ταύτην ἔχοντες τὴν πίστιν

    此处 πίστις 从“信任、信托”引申为“委派的职责、管辖权”。整句指“受托承担此项职责之人(即押解犯人的差役或狱吏)”。

  2. 8.15.3εἴ τι ἐπιδεέστερον ἦν ὧν ἐπάθομεν

    关系代词 ὧν 发生了格同化(相当于 τούτων ἃ ἐπάθομεν)。比较级 ἐπιδεέστερον(源自形容词 ἐπιδεής,“欠缺的、不足的”)作中性名词性用法,意为“在我们所经历的事物中欠缺(未曾讲全)的任何部分”。

  3. 8.15.4τῆς ἀποτμηθείσης ἐκεῖ τὸ αἴνιγμα κεφαλῆς

    这是由冠词 τῆς 与被修饰名词 κεφαλῆς 之间插入分词短语及核心名词 τὸ αἴνιγμα 构成的倒错离隔构式(hyperbaton)。在意义上相当于 τὸ αἴνιγμα τῆς ἐκεῖ ἀποτμηθείσης κεφαλῆς(“在那里被斩落的头颅之谜”),与 τὸν μῦθον 并列作 ἐρεῖς 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.15.1-8.15.4