- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.14.1-8.14.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
勒基珀安然从潘神洞窟走出,梅丽忒亦在斯梯克斯泉自证清白;随着索斯泰内斯被捕获,彻底败局已定的瑟尔桑德罗斯惊惧万分,潜逃出城。
Ταῦτά μου πρὸς ἐμαυτὸν λαλοῦντος μέλος ἐξηκούετο μουσικόν, καὶ ἐλέγετο μηδεπώποτε λιγυρώτερον οὕτως ἀκουσθῆναι, καὶ εὐθὺς ἀνεῳγμένας εἴδομεν τὰς θύρας.
正当我这样自言自语之际,一阵悦耳的乐声传来,据说以往从未听过如此清脆的声音;紧接着我们便看见门扉敞开了。
Ὡς δὲ ἐξέθορεν ἡ Λευκίππη, πᾶς μὲν ὁ δῆμος ἐξεβόησεν ὑφ’ ἡδονῆς καὶ τὸν Θέρσανδρον ἐλοιδόρουν, ἐγὼ δὲ ὅστις ἐγεγόνειν οὐκ ἂν εἴποιμι λόγῳ. Μίαν μὲν δὴ ταύτην νίκην καλλίστην νενικηκότες ἀπῄειμεν, ἐπὶ δὲ τὴν δευτέραν κρίσιν ἐχωροῦμεν, τὴν Στύγα.
当勒基珀一跃而出时,全体民众皆欢喜雀跃,纷纷咒骂瑟尔桑德罗斯;至于我自己变成了什么模样,实非言语所能形容。我们赢得了这一场最辉煌的胜利而离开,继而前往第二场审判,即斯梯克斯泉。
Καὶ ὁ δῆμος οὕτω μετεσκευάζετο καὶ πρὸς ταύτην τὴν θέαν· καὶ πάντα συνεπεραίνετο κἀκεῖ. Ἡ Μελίτη τὸ γραμματεῖον περιέκειτο· ἡ πηγὴ διαυγὴς καὶ ὀλίγη· ἡ δὲ ἐνέβη εἰς αὐτὴν καὶ ἔστη φαιδρῷ τῷ προσώπῳ.
民众也同样转往观看这番景象;在那里一切也都顺利办妥。梅丽忒脖颈上挂着木板;泉水澄澈而浅薄;她步入其中,面带喜色而立。
Τὸ δὲ ὕδωρ οἷον ἦν κατὰ χώραν ἔμενε, μηδὲ τὸ βραχύτατον ἀναθορὸν τοῦ συνήθους μέτρου. Ἐπεὶ δὲ ὁ χρόνος, ὃν ἐνδιατρίβειν ἐν τῇ πηγῇ διώριστο, παρεληλύθει, τὴν μὲν ὁ πρόεδρος δεξιωσάμενος ἐκ τοῦ ὕδατος ἐξάγει, δύο παλαίσματα τοῦ Θερσάνδρου νενικημένου·1 μέλλων δὲ καὶ τὸ τρίτον ἡττᾶσθαι, ὑπεκδὺς εἰς τὴν οἰκίαν ἐκδιδράσκει; φοβηθεὶς μὴ καὶ καταλεύσειεν αὐτὸν ὁ δῆμος.
那水依然如故地留在原地,丝毫没有漫过寻常的水位。及至规定她在泉中驻足的时间已过,审判长便握着她的右手将她领出水中。瑟尔桑德罗斯至此已被击败了两个回合;见自己行将在这第三个回合中败北,他唯恐民众将他乱石砸死,便悄悄溜走,逃回家中去了。
Τὸν γὰρ Σωσθένην εἷλκον ἄγοντες νεανίσκοι τέτταρες, δύο μὲν τῆς Μελίτης συγγενεῖς, δύο δὲ οἰκέται· τούτους γὰρ ἐπεπόμφει ζητήσοντας αὐτὸν ἡ Μελίτη. Συνεὶς δὲ ὁ Θέρσανδρος πόρρωθεν καὶ καταμηνύσοντα τὸ πρᾶγμα εἰδώς, ἂν ἐν βασάνοις γένηται,2 φθάσας ἀποδιδράσκει3 καὶ νυκτὸς ἐπελθούσης τῆς πόλεως ὑπεξέρχεται.
原来是有四个年轻人正把索斯泰内斯押解而来,其中两人是梅丽忒的亲戚,两人是家仆;因为梅丽忒曾派遣他们去搜寻他。瑟尔桑德罗斯远远察觉了这一幕,知道他一旦受刑必将全盘招供,便抢先遁逃,并在夜幕降临之际潜出了城。
Τὸν δὲ Σωσθένην εἰς τὴν εἱρκτὴν ἐκέλευσαν οἱ ἄρχοντες ἐμβληθῆναι, τοῦ Θερσάνδρου φυγόντος. Τότε μὲν οὖν ἀπηλλαττόμεθα, κατὰ κράτος ἤδη περιγενόμενοι καὶ ὑπὸ πάντων εὐφημούμενοι.
因瑟尔桑德罗斯已经潜逃,长官们便下令将索斯泰内斯投入监牢。于是,当时我们便已大获全胜,在众人的交口称赞中离去了。
- 8.14.4δύο παλαίσματα τοῦ Θερσάνδρου νενικημένου
意为“瑟尔桑德罗斯输掉了两个回合”。τοῦ Θερσάνδρου νενικημένου 构成属格独立结构,完成时被动分词 νενικημένου 在此取“蒙受失败”之意。δύο παλαίσματα 是源于摔跤竞技隐喻的同源/副词性宾格,表示“在两个回合中”。
- 8.14.5καταμηνύσοντα τὸ πρᾶγμα εἰδώς, ἂν ἐν βασάνοις γένηται
此句中未来时分词 καταμηνύσοντα(修饰未明示的宾格逻辑主语索斯泰内斯)作 εἰδώς 的宾语补足分词,并带有一个条件从句 ἂν ἐν βασάνοις γένηται(“如果他遭受拷打”)。间接引语中的未来时分词在此充当条件句的主句结论。
- 8.14.5φθάσας ἀποδιδράσκει
动词 φθάνω 的分词与限定动词连用,构成希腊语特有的惯用结构,表示“抢先……做某事”或“先于他人做某事”。此处意指他在罪行被揭发之前抢先逃走。
