← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§8.13.1-8.13.4

勒基珀步入洞穴与克雷托丰的忧惧

次日审判之时,勒基珀身着圣服步入洞穴受试,克雷托丰则深恐好爱处女的潘神会加害于她并夺走其贞操,遂暗自祈求潘神信守盟约与此地法度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.13.1

Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰς ἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ δὲ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι, ἐστόλιστο δὲ ἡ Λευκίππη ἱερᾷ στολῇ. Ποδήρης χιτών, ὀθόνης ὁ χιτών,1 ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς.

说了这番话,随着时辰渐入黄昏,我们便各自散去就寝。次日,民众悉数到场;瑟尔桑德罗斯面带喜色走在前面,一边带笑望向我们;勒基珀则穿戴着神圣的服饰:一袭垂至脚踝的衣袍——那衣袍是细麻织就的——衣袍正中系着腰带,头上缠着紫红色的发带,足下赤裸无履。

§8.13.2

Καὶ ἡ μὲν εἰσῆλθε πάνυ κοσμίως· ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ὅτι μὲν παρθένος ἡ Λευκίππη πεπίστευκα, ἀλλὰ τὸν Πᾶνα, ὦ φιλτάτη, φοβοῦμαι. Θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ.2 Ἀλλ’ ἐκείνη μὲν ἔφυγε διώκοντα αὐτὸν ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει· σὲ δὲ καὶ εἴσω θυρῶν ἀπεκλείσαμεν ὡς ἐν πολιορκίᾳ, ἵνα, ἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. Ἀλλ̓, ὦ δέσποτα Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον τοῦ τόπου· ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. Ἐξίτω πάλιν ἡμῖν ἡ Λευκίππη παρθένος·3 ταύτας πρὸς τὴν Ἄρτεμιν συνθήκας ἔχεις· μὴ ψεύσῃ τὴν παρθένον.”

她便极其庄重地步入其中;但我一见之下,却战栗着呆立当地,心中自语道:“勒基珀是个处女,对此我深信不疑;然而我最挚爱的人啊,我所畏惧的乃是潘神。他是好爱处女之神,我唯恐你也变成第二个绪林克斯。不过,绪林克斯当年是在平原上逃避他的追逐,是在开阔之地被追赶;而我们却如遭围困一般,将你闭锁在门户之内,致使他若要追逐,你便无法逃脱。可是,主宰潘神啊,但愿你心怀仁慈,切莫违背此处的法度;因为我们一直恪守着它。愿勒基珀仍以处女之身回到我们身边;你与阿耳忒弥斯订有此项盟约;切莫辜负了这位少女!”

语法注3 条
  1. 8.13.1ὀθόνης ὁ χιτών

    单数属格 ὀθόνης 作为材料属格充当谓语(即“短袍是细麻的”),紧随前一短语之后以极为简练的笔法增添衣饰细节描写。

  2. 8.13.3δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ

    表恐惧的动词 δέδοικα 接 μή + 不定过去时虚拟式(γένῃ)的常规从句结构,表示担忧(“唯恐你也成为第二个绪林克斯”),典引绪林克斯为避潘神之追逐而化作芦苇的神话。

  3. 8.13.4Ἐξίτω πάλιν ἡμῖν ἡ Λευκίππη παρθένος

    在第三人称命令式 ἐξίτω 支配下,人称代词与格 ἡμῖν 充当关涉与格(dative of interest),表明说话人克雷托丰深切的关切与期盼;παρθένος 作述语修饰主语,意为“仍以处女之身”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.13.1-8.13.4