- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.12.1-8.12.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者讲述了以弗所斯堤克斯之泉的起源神话:向阿耳忒弥斯立誓守贞的女猎手罗多庇斯因阿佛洛狄忒的计谋而与青年猎人欧堤尼科斯相恋并被化作泉水,该泉从此用作检验女子是否犯下私通之罪的神判之所。
Τὸ δὲ τῆς Στυγὸς ὕδωρ εἶχεν οὕτως. Παρθένος ἦν εὐειδής, ὄνομα Ῥοδῶπις, κυνηγίων ἐρῶσα καὶ θήρας· πόδες ταχεῖς, εὔστοχοι χεῖρες, ζώνη καὶ μίτρα καὶ ἀνεζωσμένος εἰς γόνυ χιτὼν καὶ κατὰ ἄνδρας κουρὰ τριχῶν. Ὁρᾷ ταύτην Ἄρτεμις, καὶ ἐπῄνει καὶ ἐκάλει καὶ σύνθηρον ἐποιήσατο, καὶ τὰ πλεῖστα κοινὰ ἦν αὐταῖς θηράματα.
关于斯堤克斯泉水的情由乃是如此。曾有一位美丽的处女,名叫罗多庇斯,极好打猎与搜捕;她步履轻捷,双手百发百中,束着腰带与胸带,短袍撩至膝盖,剪着男子般的短发。阿耳忒弥斯见到了她,赞叹并召引她,收她为狩猎伙伴,猎获物大多由她们共享。
Ἀλλὰ καὶ ὤμοσεν ἀεὶ παραμενεῖν καὶ τὴν πρὸς ἄνδρας ὁμιλίαν φυγεῖν καὶ τὴν ἐξ Ἀφροδίτης ὕβριν μὴ παθεῖν. Ὤμοσεν ἡ Ῥοδῶπις, καὶ ἤκουσεν ἡ Ἀφροδίτη καὶ ὀργίζεται καὶ ἀμύνασθαι θέλει τὴν κόρην τῆς ὑπεροψίας.1
不仅如此,罗多庇斯还起誓永远追随女神,避开与男子的交往,不受来自阿佛洛狄忒的凌辱。罗多庇斯发了此誓,阿佛洛狄忒听闻后勃然大怒,欲惩治这少女的狂妄轻蔑。
Νεανίσκος ἦν Ἐφέσιος καλὸς ἐν μειρακίοις ὅσον Ῥοδῶπις ἐν παρθένοις· Εὐθύνικον αὐτὸν ἐκάλουν· ἐθήρα δὲ καὶ αὐτὸς ὡς Ῥοδῶπις, καὶ τὴν Ἀφροδίτην ὁμοίως οὐκ ἤθελεν εἰδέναι.
以弗所曾有一名青年,其在少男中的俊美正如罗多庇斯在处女中一般;人们唤他作欧堤尼科斯。他也如罗多庇斯一般狩猎,同样不愿涉足阿佛洛狄忒之事。
Ἐπ’ ἀμφοτέρους οὖν ἡ θεὸς ἔρχεται καὶ τὰς θήρας αὐτῶν εἰς ἓν συνάγει· τέως γὰρ ἦσαν κεχωρισμένοι· ἡ δὲ Ἄρτεμις τηνικαῦτα οὐ παρῆν. Παραστησαμένη δὲ τὸν υἱὸν τὸν τοξότην ἡ Ἀφροδίτη εἶπε “τέκνον, ζεῦγος τοῦτο ὁρᾷς ἀναφρόδιτον καὶ ἐχθρὸν ἡμῶν καὶ τῶν ἡμετέρων μυστηρίων· ἡ δὲ παρθένος καὶ θρασύτερον ὤμοσε κατ’ ἐμοῦ· ὁρᾷς αὐτοὺς ἐπὶ τὴν ἔλαφον συντρέχοντας.
于是女神找上二人,将他们的猎场引至一处——因他们先前本是各自为阵的;当时阿耳忒弥斯恰好不在场。阿佛洛狄忒唤来射手儿子立于身侧,说道:“孩子,你瞧这毫无爱欲、与我们及我们的秘仪为敌的二人;那处女更曾对我立下狂妄至极的誓言。你瞧他们正一同追逐那只鹿。
Ἄρξαι καὶ σὺ τῆς θήρας ἀπὸ πρώτης τῆς τολμηρᾶς κόρης· καὶ πάντως γε τὸ σὸν βέλος εὐστοχώτερόν ἐστιν.” Ἐντείνουσιν ἀμφότεροι τὰ τόξα, ἡ μὲν ἐπὶ τὴν ἔλαφον, ὁ δὲ Ἔρως ἐπὶ τὴν παρθένον· καὶ ἀμφότεροι τυγχάνουσι, καὶ ἡ κυνηγέτις μετὰ τὴν θήραν ἦν τεθηραμένη· καὶ εἶχεν ἡ μὲν ἔλαφος εἰς τὰ νῶτα τὸ βέλος, ἡ δὲ παρθένος εἰς τὴν καρδίαν· τὸ δὲ βέλος, Εὐθύνικον φιλεῖν.2
你也开启你的狩猎吧,先自那放肆的少女始;无论如何,你的箭必定更为精准。”二人皆拉满弓弦,少女瞄准鹿,厄罗斯则瞄准少女;二人皆命中目标,而女猎手在狩猎之后却自身沦为了猎物;那鹿背上中箭,少女心头中箭——而那支箭,便是爱上欧堤尼科斯。
Δεύτερον δὲ καὶ ἐπὶ τοῦτον οἰστὸν ἀφίησι. Καὶ εἶδον ἀλλήλους Εὐθύνικος καὶ ἡ Ῥοδῶπις, καὶ ἔστησαν μὲν τὸ πρῶτον τοὺς ὀφθαλμοὺς ἑκάτεροι, μηδέτερος ἐκκλῖναι θέλων ἐπὶ θάτερα· κατὰ μικρὸν δὲ τὰ τραύματα ἀμφοῖν ἐξάπτεται, καὶ αὐτοὺς ὁ Ἔρως ἐλαύνει κατὰ τουτὶ τὸ ἄντρον, οὗ νῦν ἐστιν ἡ πηγή, καὶ ἐνταῦθα τὸν ὅρκον ψεύδονται.
厄罗斯又向他也射出第二支箭。欧堤尼科斯与罗多庇斯相视,起初二人皆定睛凝视,谁也不愿将目光移向别处;然而渐渐地,二人的伤口炽烈灼烧,厄罗斯将他们驱赶进如今这泉水所在的洞穴,他们便在此处背弃了誓言。
Ἡ Ἄρτεμις ὁρᾷ τὴν Ἀφροδίτην γελῶσαν καὶ τὸ πραχθὲν συνίησι καὶ εἰς ὕδωρ λύει τὴν κόρην ἔνθα τὴν παρθενίαν ἔλυσε. Καὶ διὰ τοῦτο, ὅταν τις αἰτίαν ἔχῃ ἀφροδισίων, εἰς τὴν πηγὴν εἰσβᾶσα ἀπολούεται· ἡ δέ ἐστιν ὀλίγη καὶ μέχρι κνήμης μέσης.
阿耳忒弥斯见到阿佛洛狄忒在笑,便明白了发生之事,就在少女解去贞洁之处,将她消解化作了流水。正因如此,每逢有女子被控犯下私通之罪,便踏入泉中洗雪嫌疑;那水极浅,仅没至小腿中段。
Ἡ δὲ κρίσις· ἐγγράψασα τὸν ὅρκον γραμματείῳ μηρίνθῳ δεδεμένον περιεθήκατο3 τῇ δέρῃ· κἂν μὲν ἀψευδῇ τὸν ὅρκον, μένει κατὰ χώραν ἡ πηγή· ἂν δὲ ψεύδηται, τὸ ὕδωρ ὀργᾷ καὶ ἀναβαίνει μέχρι τῆς δέρης καὶ τὸ γραμματεῖον ἐκάλυψε.4
审判方式乃是如此:女子将誓言刻于木板,以细绳系住挂于颈项;假使她立誓未曾撒谎,泉水便安守原地;但假使她说谎,水势便汹涌翻腾,径直漫至颈部,将那木板彻底淹没。
- 8.12.2τῆς ὑπεροψίας
表示惩处、复仇的中动语态动词 ἀμύνασθαι(“向……报复、惩治”)所带的原因/罪由属格。与直接宾格宾语 τὴν κόρην(受惩者)并用,用以表示惩治的缘由(“因其傲慢”)。
- 8.12.6τὸ δὲ βέλος, Εὐθύνικον φιλεῖν
省略系动词 ἦν 的同位/表语不定式结构。不定式短语 Εὐθύνικον φιλεῖν 作为名词主语 τὸ δὲ βέλος 的实质性说明与表语(“而那支箭,便是爱上欧堤尼科斯”),揭示其比喻性内涵。
- 8.12.9μηρίνθῳ δεδεμένον περιεθήκατο
中性单数宾格分词 δεδεμένον 承接紧邻其前的与格 γραμματείῳ(“在木板上”)所指代的事物,充当 περιεθήκατο 的直接宾语(“挂上以细绳系住的[木板]”)。
- 8.12.9ἐκάλυψε
在泛指条件句的结果从句(ἂν δὲ ψεύδηται...)中与现在时直陈式(ὀργᾷ καὶ ἀναβαίνει)并列使用的格言式不定过去时(gnomic aorist),生动地表现条件满足时水流瞬息掩盖木板的果决与完成状态。
