- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.1.1-8.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰尔珊德冲入神庙指责祭司并侮辱勒基佩,克利托丰出言反击遭到暴打,直到泰尔珊德拳击克利托丰牙齿反伤手指,克利托丰随即高声控诉其暴行。
Ἄρτι δὲ ἡμῶν μελλόντων καθέζεσθαι καὶ περὶ τούτων διαλέγεσθαι Θέρσανδρος σπουδῇ μάλα μάρτυρας ἄγων τινὰς ἔρχεται πρὸς τὸν νεὼν καὶ μεγάλῃ τῇ φωνῇ πρὸς τὸν ἱερέα “μαρτύρομαι” ἔφη “τῶνδε ἐναντίον ὅτι μὴ δεόντως ἐξαιρῇ δεσμῶν καὶ θανάτου κατεγνωσμένον ἄνθρωπον ἐκ τῶν νόμων ἀποθανεῖν.1
我们正准备坐下商讨这些事情时,泰尔珊德急匆匆地带着几名证人来到神庙,高声对祭司说:“我在此等人面前指控,你竟不法地将一个依法被判处死刑之人从镣铐与死亡中救出。
Ἔχεις δὲ καὶ δούλην ἐμήν, γυναῖκα μάχλον καὶ πρὸς ἄνδρας ἐπιμανῆ· ταύτην ὅπως μοι φυλάξῃς.”2 Ἐγὼ δὲ πρὸς τὸ “δούλην καὶ γυναῖκα μάχλον” ὑπεραλγήσας τὴν ψυχὴν οὐκ ἤνεγκα τῶν ῥημάτων τὰ τραύματα, ἀλλ’ ἔτι λαλοῦντος αὐτοῦ “σὺ μὲν οὖν” ἔφην “καὶ τρίδουλος καὶ ἐπιμανὴς καὶ μάχλος· αὕτη δὲ καὶ ἐλευθέρα καὶ παρθένος καὶ ἀξία τῆς θεοῦ.” Ὡς δὲ ταῦτα ἤκουσε “καὶ λοιδορεῖς” φήσας “δεσμῶτα καὶ κατάδικε;” παίει με κατὰ τῶν προσώπων μάλα βιαίως καὶ ἐπάγει δευτέραν, ἐκ δὲ τῶν ῥινῶν αἵματος ἔρρεον κρουνοί· ὅλον γὰρ αὐτοῦ τὸν θυμὸν εἶχεν ἡ πληγή.
并且,你还私藏了我的女奴,一个放荡且见男人就发狂的女人;你务必为我把她看管好。”但我听到“女奴与放荡的女人”这些话,灵魂备受创痛,无法忍受言辞造成的创伤,趁他还在说话时便说道:“你才是个十足的奴才、疯子和色鬼;而她既是自由之身,又是贞洁之女,更是配得上这位女神之人。” 他听到这些话,喊道:“你这囚徒和死囚,竟敢辱骂于我?”便极其凶狠地猛击我的面孔,接着又补上第二拳,鲜血从我的鼻孔中如注般喷涌而出;因为那一拳凝聚了他所有的怒火。
Ὡς δὲ καὶ τρίτην ἀπροφυλάκτως ἔπαισε, λανθάνει μου τῷ στόματι περὶ τοὺς ὀδόντας προσπταίσας τὴν χεῖρα,3 καὶ τρωθεὶς τοὺς δακτύλους, μόλις τὴν χεῖρα συνέστειλεν ἀνακραγών· καὶ οἱ ὀδόντες ἀμύνουσι τὴν τῶν ῥινῶν ὕβριν· τιτρώσκουσι γὰρ αὐτοὶ τοὺς παίοντας δακτύλους, καὶ ἃ πεποίηκεν ἔπαθεν ἡ χείρ.
当他不顾后果地挥出第三拳时,不料手却狠狠撞在我嘴里的牙齿上,手指受创,他尖叫一声,好不容易才缩回了手。牙齿就这样替鼻子受到的侮辱报了仇;因为它们自身伤到了击打而来的手指,手遭受了它自己施加的苦果。
Καὶ ὁ μὲν ἐπὶ τῇ πληγῇ μάλ’ ἄκων ἀνακραγὼν συνέστειλε τὴν χεῖρα καὶ οὕτως ἐπαύσατο, ἐγὼ δὲ ἰδὼν οἷον ἔχει κακόν, τοῦτο μὲν οὐ προσεποιησάμην, ἐφ’ οἷς δὲ ἐτυραννήθην τραγῳδῶν ἐνέπλησα βοῆς τὸ ἱερόν.
他在重击之下不由自主地痛呼着缩回手,这才停了下来;而我虽然看出他吃了苦头,却故作不知,只是如演悲剧般大肆呼号自己所遭受的暴行,使整个神庙充满了我的叫喊声。
- 8.1.1ὅτι μὴ δεόντως ἐξαιρῇ δεσμῶν καὶ θανάτου κατεγνωσμένον ἄνθρωπον ἐκ τῶν νόμων ἀποθανεῖν
动词 ἐξαιρῇ(中动态第二人称单数)接分离属格 δεσμῶν καὶ θανάτου,意为“从束缚与死亡中解救/夺出”。分词 κατεγνωσμένον 修饰 ἄνθρωπον,不定式 ἀποθανεῖν 补充说明判决内容(“按法律应当受死”)。ὅτι从句中否定词使用 μή 而非 οὐ,体现了在动词 μαρτύρομαι 支配下带有主观控诉与抗议色彩的语气。
- 8.1.2ταύτην ὅπως μοι φυλάξῃς
省略了主节动词(如 ὅρα)的 ὅπως 搭配虚拟式第二人称单数(φυλάξῃς),构成表示强烈命令或要求的独立用法惯用句式。μοι 为利害与格(“为我”)。
- 8.1.4λανθάνει μου τῷ στόματι περὶ τοὺς ὀδόντας προσπταίσας τὴν χεῖρα
λανθάνω 搭配分词(προσπταίσας)的句式,表示“不知不觉地……”或“意外地……”。分词 προσπταίω 以宾格 τὴν χεῖρα 为直接宾语(“碰撞其手”),与格短语 μου τῷ στόματι 与介词短语 περὶ τοὺς ὀδόντας 则具体说明了碰撞的部位。
