- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.16.1-7.16.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利尼亚斯和索斯特拉托斯赶到并申明克利托丰无罪,在祭司的担保下他获释,随后奔往神庙与闻讯跑出的琉喀佩重逢。
Κἀν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. Καὶ ὁ μὲν Κλεινίας ἐβόα “ποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ’ ᾗ καταδεδίκασται.”1 Καὶ ὁ Σώστρατος ἐν μέρει ταῦτα ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ·2 οἱ δὲ παρόντες μαθόντες τὸ πᾶν εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιίσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον.
正在这时,克利尼亚斯和索斯特拉托斯赶到了。克利尼亚斯大喊道:“你们要把这个人带到哪里去?他并没有杀死他因之被定罪的那个女子!”索斯特拉托斯接着也说了同样的话,并说明自己就是那个被认为已被杀害的女子的父亲。在场的人了解了全部实情后,纷纷赞颂阿耳忒弥斯,将我团团围住,不准将我押往牢房。
Οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον ἔλεγον, ἕως ὁ ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παράξειν εἰς τὸν δῆμον, ὅταν δέῃ. Οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι καὶ ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην, καὶ ὁ Σώστρατος κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων.
但守卫们宣称,他们无权释放一个被判处死刑的人;直到祭司应索斯特拉托斯的请求,出面担保将他拘留在自己手中,并在需要时将他带到民众大会前。就这样,我被解除了束缚,以极快的速度奔向圣所,索斯特拉托斯紧随其后——不知他是否同我一样欣喜若狂。
Οὐκ ἔστι δὲ οὕτως ἄνθρωπος δρομικώτατος, ὃν οὐ τῆς φήμης φθάνει τὸ πτερόν,3 ἣ καὶ τότε ἡμᾶς ἐπὶ Λευκίππην προὔλαβεν, ἀπαγγέλλουσα πάντα καὶ τὰ τοῦ Σωστράτου καὶ τἀμά. Ἰδοῦσα δὲ ἡμᾶς ἐξεπήδησε τοῦ νεὼ καὶ τὸν μὲν πατέρα περιεπτύξατο, τοὺς δ’ ὀφθαλμοὺς εἶχεν ἐπ’ ἐμέ.
然而,无论怎样善跑的人,也没有谁能快过传闻的翅膀;当时那传闻便抢在我们前面传到了琉喀佩那里,把索斯特拉托斯和我的一切情况全都告诉了她。她一看见我们,就从神庙中奔了出来,拥抱着父亲,双眼却紧紧盯着我。
Ἐγὼ δὲ εἱστήκειν καὶ πάντα ἔβλεπον εἰς τὸ ἐκείνης πρόσωπον, αἰδοῖ τῇ πρὸς τὸν Σώστρατον κατέχων ἐμαυτὸν ἐπ’ αὐτὴν ἐκθορεῖν.4 Οὕτως ἀλλήλους ἠσπαζόμεθα τοῖς ὄμμασιν.
我则站在那里,目不转睛地凝视着她的面容,因对索斯特拉托斯的敬意而克制着自己没有向她扑过去。我们就这样用眼神互相致意。
- 7.16.1ἐφ’ ᾗ καταδεδίκασται
关系代词 ᾗ 暗含先行词(如 ἐπὶ ταύτῃ),前置词 ἐπί 在此表示司法判决的缘由或罪名所针对的对象(即“在关于她的案件中被定罪”)。
- 7.16.1ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ
在由 ὡς 引导的间接引语从句中,因主句动词 ἔλεγε 为过去时态而使用了斜格祈愿式 εἴη。属格分词短语 τῆς ἀνῃρῆσθαι δοκούσης(“被认为已遭杀害的女子”)作为所属属格修饰 πατήρ。
- 7.16.3Οὐκ ἔστι δὲ οὕτως ἄνθρωπος δρομικώτατος, ὃν οὐ τῆς φήμης φθάνει τὸ πτερόν
双重否定结构(Οὐκ ἔστι... ὃν οὐ...)构成的全称命题:“没有一个人……传闻的翅膀不超越他”。副词 οὕτως 修饰最高级 δρομικώτατος,带有让步意味(“哪怕是跑得极快的人”)。ὅν 为 φθάνει 的宾语,主语是 τῆς φήμης τὸ πτερόν。
- 7.16.4κατέχων ἐμαυτὸν ἐπ’ αὐτὴν ἐκθορεῖν
动词 κατέχω(抑制、克制)支配反身代词 ἐμαυτόν,并接不定式 ἐκθορεῖν(扑上前去)表示克制不去做某事。与格 αἰδοῖ 作原因与格(“出于敬畏/顾忌”)。
