- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.2.1-8.2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰在神殿内遭泰尔珊德殴打致流血,痛诉圣所的不可侵犯性与女神的尊严遭到亵渎,激烈控诉这起暴行。
“Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν;1 ἐπὶ τίνα θεῶν μετὰ τὴν Ἄρτεμιν; Ἐν αὐτοῖς τυπτόμεθα τοῖς ἱεροῖς, ἐν τοῖς τῆς αὐλαίας παιόμεθα χωρίοις. Ταῦτα ἐν ἐρημίαις μόναις γίνεται, ὅπου μηδεὶς μάρτυς μηδ’ ἄνθρωπός ἐστι· σὺ δὲ αὐτῶν ἐν ὄψει τυραννεῖς τῶν θεῶν.
“为躲避凶暴之人,我们还能逃往何处?我们能奔向何处避难?在阿耳忒弥斯之后,又能投奔哪一位神明?我们在圣所之内挨打,在挂着帷幔的殿宇中遭受拳击。这等事唯有在荒无人烟、既无见证亦无旁人的旷野才会发生;可你却在诸神本尊的眼皮底下肆行强暴。
Καὶ τοῖς μὲν πονηροῖς αἱ τῶν ἱερῶν ἀσφάλειαι διδόασι καταφυγήν, ἐγὼ δὲ μηδένα ἀδικήσας, ἱκέτης δὲ τῆς Ἀρτέμιδος γενόμενος τύπτομαι παρ’ αὐτῷ τῷ βωμῷ, βλεπούσης, οἴμοι, τῆς θεοῦ. Ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. Καὶ οὐ μέχρι πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. Τοιαῦτα σπένδει τις θεῷ; Οὐ βάρβαροι ταῦτα καὶ Ταῦροι, καὶ Ἄρτεμις ἡ Σκυθῶν; Οὐ παρ’ ἐκείνοις μόνοις νεὼς οὕτως αἱμάσσεται·2 τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας, καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα.
神殿的庇护为恶人提供了避难之所,而我从未加害何人,作为阿耳忒弥斯的祈求者,却在祭坛旁横遭殴打,痛哉,女神竟亲眼目睹! 这重拳分明是打在阿耳忒弥斯身上!这酗酒般的狂暴并未止于拳打,竟致有人脸上受创,宛如置身战争与厮杀,地面也被人的鲜血所玷污。难道有人向神献上这等奠祭吗?这岂不是野蛮人与陶洛伊人,以及斯基泰人的阿耳忒弥斯之行径?难道不是唯有在他们那里,神庙才会这般染血?你把爱奥尼亚变成了斯基泰,在以弗所流淌着陶洛伊般的鲜血。
Λαβὲ καὶ ξίφος κατ’ ἐμοῦ. Καίτοι τί δέῃ σιδήρου;3 τὰ τοῦ ξίφους πεποίηκεν ἡ χείρ. ἀνδροφόνος αὕτη καὶ μιαιφόνος δεξιὰ τοιαῦτα δέδρακεν οἷα ἐκ φασγάνου γίνεται.”
你索性拿剑来对付我吧!然而你又何须铁器?这只手已行了剑的凶事;这只杀人嗜血的右手,竟做出了利刃所造成的那等事。”
- 8.2.1Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν;
虚拟式 φύγωμεν 与 καταδράμωμεν 与疑问词 ποῖ 连用,构成审惑/商讨虚拟式(deliberative subjunctive),表达不知何去何从的修辞性诘问。
- 8.2.3Οὐ παρ’ ἐκείνοις μόνοις νεὼς οὕτως αἱμάσσεται·
此句由 οὐ 引领,承接前一句(Οὐ βάρβαροι ταῦτα...;)的反问语势,应理解为期待肯定回答的修辞性疑问句(“难道不是唯有在他们那里神庙才会这般染血吗?”)。虽亦可读作否定陈述句(“不仅在他们那里……”),但作为反诘与后文“你把爱奥尼亚变成了斯基泰”的对照在文意上更为连贯有力。
- 8.2.4τί δέῃ σιδήρου;
δέῃ 是动词 δέομαι(需要、缺少)的现在时中间位直陈式第二人称单数形式,支配属格补足语 σιδήρου,意为“何须铁器”。词尾 -ῃ 是该人称的标准变位形式之一。
