- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.6.1-7.6.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克勒尼亚斯前来劝慰急于求死的主人公,主人公却计划通过作伪供将墨利忒一同拉下水。随后虚告杀人者获释受审,而未能劝服主人公的克勒尼亚斯与萨提罗斯则迁往新客店投宿。
Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν· ὁ δὲ παρεμυθεῖτο. “Τίς γὰρ οἶδεν εἰ ζῇ πάλιν;
正当我哀泣之时,克勒尼亚斯走了进来,我便将事情的原委尽数告诉了他,并说我无论如何都决意一死;但他却劝慰我道:“谁能知道她是否又活着呢?
Μὴ γὰρ οὐ πολλάκις τέθνηκε;1 μὴ γὰρ οὐ πολλάκις ἀνεβίω; Τί δὲ προπετῶς ἀποθνήσκεις, ὃ καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν θάνατον αὐτῆς;” “Ληρεῖς· τούτου γὰρ ἀσφαλέστερον πῶς ἂν μάθοις;
难道她不是屡次死过,又屡次复活了吗?等你确切获悉了她的死讯,这本是从容可行之事,你又为何急于求死呢?”“你在胡说;你怎么可能得知比这更确凿的事呢?
Δοκῶ δὲ εὑρηκέναι τοῦ θανάτου καλλίστην ὁδόν, δι’ ἧς οὐδὲ ἡ θεοῖς ἐχθρὰ Μελίτη παντάπασιν ἀθῷος ἀπαλλάξεται· ἄκουσον δὲ τὸν τρόπον. Παρεσκευασάμην, ὡς οἶσθα, πρὸς τὴν ἀπολογίαν τῆς μοιχείας, εἰ κληρωθείη τὸ δικαστήριον· νῦν δέ μοι δέδοκται πᾶν τοὐναντίον, καὶ τὴν μοιχείαν ὁμολογεῖν καὶ ὡς ἀλλήλων ἐρῶντες ἐγώ τε καὶ Μελίτη κοινῇ τὴν Λευκίππην ἀνῃρήκαμεν.2
我想我已经找到了最好的求死之道,借此甚至连那被神明厌弃的墨利忒也决不能全身而退;你且听听这办法。正如你所知,如果法庭开庭审理,我原已准备好就通奸罪做申辩;但如今我决意完全反其道而行之:既承认通奸,又声称我和墨利忒彼此相爱,因而共同杀害了琉喀佩。
Οὕτω γὰρ κἀκείνη δίκην δώσει κἀγὼ τὸν ἐπάρατον βίον καταλίποιμ3.” “Εὐφήμησον” ὁ Κλεινίας ἔφη· “καὶ τολμήσεις οὕτως ἐπὶ τοῖς αἰσχίστοις ἀποθανεῖν, νομιζόμενος φονεύς, καὶ ταῦτα Λευκίππης;” “Οὐδὲν” εἶπον “αἰσχρόν, ὃ λυπεῖ τὸν ἐχθρόν.”
因为这样一来,她也会受到惩罚,而我也能舍弃这受诅咒的生命。”“休说不吉之话!”克勒尼亚斯说道,“难道你真敢就这样背负最可耻的罪名而死,被人看作杀人犯,而且还是杀害琉喀佩的凶手?”我回答说:“凡能使仇敌痛苦之事,皆非可耻。”
Καὶ ἡμεῖς ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον ἐκεῖνον τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου μετὰ μικρὸν ἀπολύει τῶν δεσμῶν, φάσκων τὸν ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν αἰτίαν ἔσχεν.
我们正谈论着这些事,不久后,〔狱吏〕解开了那个虚告杀人案之人的镣铐,声称执政官已下令带他去,就其受指控之事作出交代。
Ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ ὁ Σάτυρος, εἴ πως δύναιντο πεῖσαι, μηδὲν ὧν διενοήθην εἰς τὴν δίκην εἰπεῖν· ἀλλ’ ἐπέραινον οὐδέν. Ἐκείνην μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι μετῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης εἶεν συντρόφῳ.
克勒尼亚斯和萨提罗斯则极力开导我,试图说服我切莫在审判时说出我打算说的那些话;但他们一无所成。于是那一天他们租了一处客店搬了过去,以便不再寄居在墨利忒的乳兄弟家中。
- 7.6.2Μὴ γὰρ οὐ πολλάκις τέθνηκε;
直接疑问句中的双重否定 μὴ οὐ 期待强烈的肯定回答(“难道她不曾多次死过吗?”)。与 γάρ 连用,强烈提示琉喀佩过去多次看似死去却又复活的前例。
- 7.6.3καὶ τὴν μοιχείαν ὁμολογεῖν καὶ ὡς ἀλλήλων ἐρῶντες ἐγώ τε καὶ Μελίτη κοινῇ τὴν Λευκίππην ἀνῃρήκαμεν
非人称结构 μοι δέδοκται(“我已决意……”)后接成分的句法转换。前半部分为不定式短语(τὴν μοιχείαν ὁμολογεῖν),而由 καί 连接的后半部分则转变为由 ὡς 引导的限定从句(谓语为直陈式完成时 ἀνῃρήκαμεν),充当招认的具体内容。
- 7.6.4καταλίποιμ̓
经由 καί 与将来时直陈式 κἀκείνη δίκην δώσει(“她也会受到惩罚”)并列,却采用了不带 ἄν 的单独希求法 καταλίποιμι。它在陈述客观必然结果的同时,作为表达意愿的希求法,直接抒发了说话者自身期冀摆脱痛苦的愿望(“但愿我也能舍弃这受诅咒的生命”)。
