- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.5.1-7.5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰闻听琉喀佩死讯悲痛欲绝,将以往虚假的死亡与如今决绝的死难相对比,并为自己曾与墨利忒同床共枕而深自痛责。
Ἔλεγον οὖν “τίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν συμφορῶν; Ἀλλ’ οὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν βλέπων.
于是我说道:“是哪一位神明用短暂的欢愉欺骗了我?是谁让我见到琉喀佩,却只为了开启新的灾难?然而,我甚至未曾满足我那双唯独以此得享幸运的眼睛,仅仅看着她也未能尽兴。
Ἀληθής μοι γέγονεν ὀνείρων ἡδονή. Οἴμοι, Λευκίππη, ποσάκις μοι τέθνηκας. Μὴ γὰρ θρηνῶν ἀνεπαυσάμην; Ἀεί σε πενθῶ, τῶν θανάτων διωκόντων ἀλλήλους; Ἀλλ’ ἐκείνους μὲν πάντας ἡ Τύχη ἔπαιξε κατ’ ἐμοῦ, οὗτος δὲ οὐκ ἔστι τῆς Τύχης ἔτι παιδιά· πᾶσα γάρ μοι, Λευκίππη, τέθνηκας. Ἐν μὲν γὰρ τοῖς ψευδέσι θανάτοις ἐκείνοις παρηγορίαν εἶχον ὀλίγην τὸ μὲν πρῶτον ὅλον σου τὸ σῶμα, τὸ δὲ δεύτερον κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν ταφήν·1 νῦν δὲ τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Δύο ἐξέφυγες λῃστήρια, τὸ δὲ τῆς Μελίτης πεφόνευκέ σε πειρατήριον.
于我而言,实已成了梦境中的欢愉。唉,琉喀佩,你对我来说死了多少次啊!难道我曾有一刻止住过哀泣吗?死亡接踵而至,难道我要永远为你服丧吗?然而以往的一切死难,不过是命运之神对我开的玩笑,但这一个却不再是命运的儿戏了;因为琉喀佩啊,你对我来说彻底死去了。在那几次虚假的死亡中,我尚有一丝安慰:第一次我得到了你的全尸,第二次即便自以为安葬时缺了你的头颅(尚能安葬残躯);可如今你经历了灵魂与肉体的双重死亡。你逃脱了两次盗匪的劫掠,却被墨利忒这伙海盗杀害了。
Ὁ δὲ ἀνόσιος καὶ ἀσεβὴς ἐγὼ τὴν ἀνδροφόνον σου κατεφίλησα πολλάκις καὶ συνεπλάκην μεμιασμένας συμπλοκὰς καὶ τὴν Ἀφροδίτης χάριν αὐτῇ παρέσχον πρὸ σοῦ.”2
而我不虔不义,竟然多次亲吻那谋害你的凶手,与她行污秽的交合,弃你于不顾而将阿芙洛狄忒的恩泽施予了她!”
- 7.5.3τὸ μὲν πρῶτον ὅλον σου τὸ σῶμα, τὸ δὲ δεύτερον κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν ταφήν
承接前文“παρηγορίαν εἶχον ὀλίγην”(有一丝安慰)的省略对照结构。第一次虚假的死亡中拥有“你的全尸”(ὅλον σου τὸ σῶμα);第二次中,以分词短语“κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν”(虽以为安葬时缺了头颅)做让步性修饰,言下之意是至少拥有残躯。分词“δοκῶν”(主格阳性单数)与说话者克利托丰一致。
- 7.5.4πρὸ σοῦ
介词短语“πρὸ σοῦ”可作时间先后解(“在你之前”),亦可作优先或弃置解(“弃你于不顾 / 凌驾于你之上”)。在此处克利托丰深悔未能对琉喀佩守节、反与墨利忒同床的语境下,兼具时间与排他性的双重悔恨意味。
