← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§7.7.1-7.7.6

克勒托丰在法庭上的虚假认罪

克勒托丰被带上法庭,在辩护人们发言后主动请求陈词,虚构认罪称自己与墨利忒串通并雇凶杀害了琉喀佩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7.1

τῇ δ’ ὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. Παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατ’ ἐμοῦ, καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα· καὶ ἡ Μελίτη σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύαστο.

次日,我被带上了法庭。瑟尔珊德对我的指控准备得极为充分,演说家不少于十人;墨利忒也匆忙做好了辩护的准备。

§7.7.2

Ἐπεὶ δὲ ἐπαύσαντο λέγοντες, αἰτήσας κἀγὼ λόγον “ἀλλ̓ οὗτοι μὲν” ἔφην “ληροῦσι πάντες, καὶ οἱ Θερσάνδρῳ καὶ οἱ Μελίτῃ συνειπόντες· ἐγὼ δὲ πᾶσαν ὑμῖν ἐρῶ τὴν ἀλήθειαν.

待他们发言完毕,我也请求发言,说道:“这些人全都在胡言乱语,无论是帮瑟尔珊德发言的人,还是帮墨利忒发言的人;而我要向诸位道出全部的真相。

§7.7.3

Ἦν ἐρωμένη μοι πάλαι Βυζαντία μὲν γένος, Λευκίππη δὲ τοὔνομα. Ταύτην τεθνάναι δοκῶν (ἥρπαστο γὰρ ὑπὸ λῃστῶν ἐν Αἰγύπτῳ) Μελίτῃ περιτυγχάνω, κἀκεῖθεν ἀλλήλοις συνόντες ἥκομεν ἐνταῦθα κοινῇ καὶ τὴν Λευκίππην εὑρίσκομεν Σωσθένει δουλεύουσαν διοικητῇ τινι τῶν Θερσάνδρου χωρίων.

我曾有一个心爱之人,她是拜占庭人,名叫琉喀佩。我原以为她已死——因为她在埃及被海盗掳走——便遇见了墨利忒,自那以后我们互相同居,一起到了此地,却发现琉喀佩竟在瑟尔珊德田庄的某个管家索斯泰奈斯手下充当奴隶。

§7.7.4

Ὅπως δὲ τὴν ἐλευθέραν ὁ Σωσθένης εἶχε δούλην ἢ τίς ἡ κοινωνία τοῖς λῃσταῖς πρὸς αὐτόν, ὑμῖν καταλείπω σκοπεῖν. Ἐπεὶ τοίνυν ἔμαθεν ἡ Μελίτη τὴν προτέραν εὑρόντα με γυναῖκα,1 φοβηθεῖσα μὴ πρὸς αὐτὴν ἀποκλίναιμι τὸν νοῦν, συμβουλεύεται τὴν ἄνθρωπον ἀνελεῖν.2

至于索斯泰奈斯如何将一个自由之身的女子当作奴隶扣留,或者他和海盗之间有何勾结,我留待诸位去查明。然而,当墨利忒得知我找到了先前的女子,生怕我会将心思转向她,便密谋除掉那女子。

§7.7.5

Κἀμοὶ συνεδόκει3 (τί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν;) ἐπεὶ τῶν αὑτῆς με κύριον ἀποφανεῖν ὑπισχνεῖτο. Μισθοῦμαι ἕνα δή τινα πρὸς τὸν φόνον, ἑκατὸν δ’ ὁ μισθὸς ἦν τοῦ φόνου χρυσοῖ. Καὶ ὁ μὲν δὴ τὸ ἔργον δράσας οἴχεται κἀκ τότε γέγονεν ἀφανής, ἐμὲ δὲ ὁ ἔρως εὐθὺς ἠμύνατο.

我也赞同了这计划——毕竟何必隐瞒真相呢?——因为她许诺要立我为她全部家产的主人。我便为了杀人雇佣了一个男子;杀人的酬金是一百枚金币。那人行凶之后便逃逸了,自此销声匿迹;而爱神立即向我展开了报复。

§7.7.6

Ὡς γὰρ ἔμαθον ἀνῃρημένην, μετενόουν καὶ ἔκλαον καὶ ἤρων καὶ νῦν ἐρῶ. Διὰ τοῦτο ἐμαυτοῦ κατεῖπον, ἵνα με πέμψητε πρὸς τὴν ἐρωμένην· οὐ γὰρ φέρω νῦν ζῆν, καὶ μιαιφόνος γενόμενος καὶ φιλῶν ἣν ἀπέκτεινα.”

因为当我得知她已被除掉时,我悔恨交加,痛哭流涕,深爱着她,至今依然深爱。正因如此,我告发了自己,好让诸位把我送到我心爱的女子那里;因为既然成了杀人犯,又深爱着被自己杀死的人,我现在已无法忍受苟活下去了。”

语法注3 条
  1. 7.7.4τὴν προτέραν εὑρόντα με γυναῖκα

    作为知觉动词 ἔμαθεν(得知)之补足语的宾格分词结构。με 为分词 εὑρόντα 的逻辑主语,分词支配宾语 τὴν προτέραν γυναῖκα(之前的女人),意即“(得知)我找到了之前的女人”。

  2. 7.7.4συμβουλεύεται τὴν ἄνθρωπον ἀνελεῖν

    中动语态 συμβουλεύομαι 与主动语态的“建议”不同,意为“自行商议”、“决意”或“密谋”,后接不定式 ἀνελεῖν,表示“密谋除掉那女子”。

  3. 7.7.5Κἀμοὶ συνεδόκει

    συνδοκέω 的未完成过去时第三人称单数非人称用法,支配与格 ἐμοί,意为“对于我来说也是赞同的/我同样觉得可行”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.7.1-7.7.6