- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.4.1-7.4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰听闻琉基珀遇害的消息深感震惊,向那人追问细节却无果,随后他将自身泪水的迟滞奔流比作肉体深创初时不显、渐次破裂出血的过程。
Ὡς δ’ ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε δάκρυα· ἀλλὰ τρόμος μὲν εὐθὺς περιεχύθη μου τῷ σώματι καὶ ἡ καρδία μου ἐλέλυτο, ὀλίγον δέ τί μοι τῆς ψυχῆς ὑπολέλειπτο.
当我听完这桩关于我自己不幸的述说时,我既没有哀号,也没有哭泣;因为我既无声音,也无眼泪;一阵战栗立即笼罩了我的周身,我的心沉了下去,残存的魂魄在我体内所剩无几。
Μικρὸν δὲ νήψας ἐκ τῆς μέθης τοῦ λόγου “τίνα τρόπον τὴν κόρην” ἔφην “ἀπέκτεινεν ὁ μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;” Ὁ δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον εἰργάσατο οὕτω κατ’ ἐμοῦ, δι’ ὃ παρῆν, ἐσιώπα καὶ ἔλεγεν οὐδέν.
从那番话语的沉醉中稍稍清醒过来后,我问道:“那个雇工是用什么方法杀害那姑娘的?他又把尸体怎样处理了?”然而那人一旦将牛虻的螫刺扎进我心,对我造成了这等他来此本欲达成的打击,便默不作声,一言不发。
Πάλιν δέ μου πυθομένου “δοκεῖς” ἔφη “κἀμὲ κεκοινωνηκέναι τοῦ φόνου; Τοῦτο ἤκουσα μόνον τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην·1 ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν.” Ἐπῆλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς τὴν λύπην ἀπεδίδουν.
当我再次追问时,他说道:“难道你以为我也参与了这场谋杀吗?我只从凶手那里听说了这么一句:是他杀了那姑娘;至于在何处、用何种方法,他并未说明。”这时,泪水涌上了我的眼眶,我便将悲痛付诸双目。
Ὥσπερ γὰρ ἐν ταῖς τοῦ σώματος πληγαῖς οὐκ εὐθὺς ἡ σμῶδιξ ὑπανίσταται, ἀλλὰ παραχρῆμα μὲν οὐκ ἔχει τὸ ἄνθος ἡ πληγή, μετὰ μικρὸν δὲ ἀνέθορε, καὶ ὀδόντι συός τις παταχθεὶς εὐθὺς μὲν ζητεῖ τὸ τραῦμα καὶ οὐκ οἶδεν εὑρεῖν, τὸ δὲ ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς πληγῆς τὴν τομήν,2 μετὰ ταῦτα δὲ ἐξαίφνης λευκή τις ἀνέτειλε γραμμή, πρόδρομος τοῦ αἵματος, σχολὴν δ᾽ ὀλίγην λαβὸν ἔρχεται καὶ ἀθρόον ἐπιρρεῖ, οὕτω καὶ ψυχὴ παταχθεῖσα τῷ τῆς λύπης βέλει, λόγου τοξεύσαντος τέτρωται μὲν ἤδη καὶ ἔχει τὴν τομήν, ἀλλὰ τὸ τάχος τοῦ βλήματος οὐκ ἀνέῳξεν οὔπω τὸ τραῦμα, τὰ δὲ δάκρυα ἐδίωξε τῶν ὀφθαλμῶν μακράν· δάκρυον γὰρ αἷμα τραύματος ψυχῆς· ὅταν ὁ τῆς λύπης ὀδοὺς κατὰ μικρὸν τὴν καρδίαν ἐκφάγῃ, κατέρρηκται μὲν τῆς ψυχῆς τὸ τραῦμα, ἀνέῳκται δὲ τοῖς ὀφθαλμοῖς ἡ τῶν δακρύων θύρα, τὰ δὲ μετὰ μικρὸν τῆς ἀνοίξεως ἐξεπήδησεν.
因为正如身体受创时,肿块不会立刻隆起,创伤在当下并无鲜红之色,而是稍过片刻才凸显出来;又如被野猪的利齿所伤之人,立时去寻伤口却寻之不得,那伤口依然深陷潜藏,正缓缓穿凿出重击的裂痕,其后忽有一道白痕显现,作为鲜血的前兆,稍待片刻,鲜血便奔涌而至,喷薄而出——同样,当言语如箭矢射出,被悲伤之箭击中的心灵虽已负伤并留有创口,但飞矢的迅猛之势尚未撕开伤口,反而将泪水驱离双眼;因为眼泪乃是心灵创伤的血液。然而,当悲伤之齿渐渐噬尽心脏,心灵的伤口便告破裂,泪水之门向双目敞开,眼泪便在门启片刻之后喷涌而出。
Οὕτω κἀμὲ τὰ μὲν πρῶτα τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν πηγήν, μετὰ ταῦτα δὲ ἔρρει, σχολασάσης τῆς ψυχῆς τοῖς κακοῖς.3
对我而言亦是如此:听闻此讯之初,那话语如飞矢般直击心灵,使我哑口无言,堵塞了泪水的源泉;但在此之后,当心灵有暇细细品味这厄运之时,泪水便奔流不息了。
- 7.4.3ὡς κτείνας εἴη τὴν κόρην
在 ἤκουσα 引出的间接引语中,ὡς 搭配过去分词 κτείνας 与愿望法 εἴη 构成迂回表达,转述凶手过去的行为(“说他杀了那姑娘”)。
- 7.4.4τὸ δὲ ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς πληγῆς τὴν τομήν
中性代词 τὸ 指代前文的 τραῦμα,作 δέδυκε 和 κέκρυπται 的主语。中性分词 κατειργασμένον 与 τὸ 一致,作及物用法,后接宾语 τὴν τομήν(“渐渐穿凿出重击的裂痕”)。
- 7.4.6σχολασάσης τῆς ψυχῆς τοῖς κακοῖς
属格独立结构。动词 σχολάζω 搭配与格(τοῖς κακοῖς),意为“专注于……”或“有暇细品……”,表示心灵从最初的惊愕麻木中缓过神来,能够细细咀嚼并沉浸于眼前的灾祸之中。
