- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.3.1-7.3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在被要求交换不幸遭遇后,那名囚犯讲述了与自己同行的男子如何供出受梅利特雇佣杀害少女的始末。克利托丰听到梅利特的名字后大吃一惊,急忙向其追问。
Ὡς δ’ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτων “λέγοις ἂν”1 εἰπὼν “καὶ σὺ τὰ σαυτοῦ.” Ὁ δὲ “βαδίζων ἔτυχον” εἶπε “τὴν ἐξ ἄστεος2 χθές·” ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν. Προελθόντι δέ μοι σταδίους τέτταρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας “ποῖ” ἔφη “ἔχεις τὴν ὁδόν;” “Ἐπὶ Σμύρνης” εἶπον. “Κἀγὼ” ἔφη “τὴν αὐτὴν ἀγαθῇ τύχῃ.” Τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα, οἷα εἰκὸς ἐν ὁδῷ.
当他讲完后,便要求回报,以交换他所讲述的不幸遭遇,说道:“你也该讲讲你自己的事了。”那人便说道:“昨天我碰巧正走在出城的路上;我当时正沿着去往士麦那的路前行。我前进了四斯塔德后,一个从乡下来的青年走近我,向我打招呼,并伴我走了一小段路,问道:‘你往何处去?’‘去士麦那,’我回答道。‘托福,我也走同一条路,’他说。从那时起,我们便结伴同行,交谈着旅途上常说的话。
Ὡς δὲ εἴς τι πανδοκεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέτταρες καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δ’ ἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον.
当我们来到一家客栈,便一同吃午饭。恰在这时,有四个人在我们身旁坐下;他们也假装在吃午饭,却频频朝我们打量,并彼此使眼色。
Ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους διανοεῖσθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι τί αὐτοῖς ἐθέλοι τὰ νεύματα·3 ὁ δὲ ὠχρὸς ἐγίνετο κατὰ μικρὸν καὶ ὀκνηρότερον ἤσθιεν, ἤδη δὲ καὶ τρόμος εἶχεν αὐτόν.
我暗自怀疑这些人对我们不怀好意,却弄不明白他们使眼色究竟意欲何为;但他却渐渐面色惨白,吃得越发迟疑,很快浑身颤抖起来。
Ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι, παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον· καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει μηδενὸς ἐρωτῶντος αὐτὸν “ἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός· αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο.
他们见状,便跳将起来抓住我们,随即用皮带捆绑起来;有人照着他的面颊狠狠打了一记。挨了打的他,仿佛受了无数重刑一般,未经任何人审问便全盘供认道:‘是我杀了那姑娘,我还从瑟尔桑德罗斯的妻子梅利特那里拿了一百枚金币;因为是她雇我杀人的。
Ἀλλ’ ἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν φέρω, ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;”” Ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον,4 τῷ δὲ λόγῳ τὴν ψυχὴν ὥσπερ ὑπὸ μύωπος παταχθεὶς ἐγείρω καὶ πρὸς αὐτὸν μεταστραφεὶς λέγω “τίς ἡ Μελίτη;” Ὁ δὲ “Μελίτη ἐστὶν” ἔφη “τῶν ἐνταῦθα πρώτη γυναικῶν.
不过看啊,我把这一百枚金币奉送给你们;你们何必害我性命,而白白错失自己的财路呢?’”而我一听到瑟尔桑德罗斯和梅利特的名字,此前一直未加理会的我,心灵被这话语击中,犹如遭到牛虻的一蛰,猛然警醒过来,转向他问道:“梅利特是谁?”他回答道:“梅利特是此地最有势力的贵妇。
Αὕτη νεανίσκου τινὸς ἠράσθη· Τύριον, οἶμαι, φασὶν αὐτόν· κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. Ἡ δὲ ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι τῷ νῦν δὴ κακῇ τύχῃ μοι συνωδευκότι φονεῦσαι κελεύσασα.
她爱上了一个年轻男子;我想,人们说他是提洛人。而那个年轻人恰好有一个情人,他发现那女子被卖到了梅利特家中。梅利特妒火中烧,便设诡计捉住了这女子,交给方才因厄运与我同行的那人,命他将其杀害。
Ὁ μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ὁ ἄθλιος οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας ἢ λόγου συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. Τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοκείου προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες παρ’ αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν.”
那人于是犯下了这桩伤天害理的罪行;然而我这个可怜人,既未曾见过他,也未曾与他有任何言行上的瓜葛,竟被同他一起捆绑押送,当作了共犯。更可恶的是,刚走出客栈不远,那些人从他手中收了一百枚金币,便将他放跑,却单单把我押去见长官。”
- 7.3.1λέγοις ἂν
带有 ἄν 的希求法(潜在希求法)在此处表示客气的劝告、邀请或委婉的命令(“你也可以讲讲了”),用以替代命令语气。
- 7.3.1τὴν ἐξ ἄστεος
表示路径或空间的内面宾格/同族宾格,冠词 τὴν 后省略了阴性名词 ὁδόν。紧接着出现的“ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν”证实了这一惯用省略。
- 7.3.4τί αὐτοῖς ἐθέλοι τὰ νεύματα
动词 ἐθέλω 与无生命主语(τὰ νεύματα)连用时为习惯用法,意为“意味着、意欲何为”(“他们的眼色意指什么”)。由于位于从属于过去时动词(ἠδυνάμην)的间接疑问句中,因而采用了间接引语希求法(ἐθέλοι)。
- 7.3.6τὸν ἄλλον οὐ προσέχων χρόνον
表示时间持续的宾格,意为“其余的整个时间里(一直未予留意)”,与后文的“τῷ δὲ λόγῳ... ἐγείρω”(在那句话下猛醒)形成对照。
