- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.15.1-7.15.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神庙仆从报告称一名外国少女前来寻求庇护,身份证实确为琉喀佩;克利托丰欣喜若狂飞奔向神庙,但最终被抓获并押送牢房。
Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ νεὼ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντων “κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.” Ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· ὁ δὲ Κλεινίας πρὸς τὸν Σώστρατον “ἀληθῆ μου, πάτερ” εἶπε “τὰ μαντεύματα,” καὶ ἅμα πρὸς τὸν ἄγγελον εἶπε “μὴ καλή;”1 “Οὐκ ἄλλην τοιαύτην” ἔφη “μετὰ τὴν Ἄρτεμιν εἶδον.” Πρὸς τοῦτο ἐγὼ πηδῶ καὶ βοῶ “Λευκίππην λέγεις.” “Καὶ μάλα” ἔφη· “καλεῖσθαι γὰρ τοῦτο ἔλεγεν αὐτή, καὶ πατρίδα Βυζάντιον καὶ πατέρα Σώστρατον ἔχειν.” Ὁ μὲν δὴ Κλεινίας ἀνεκρότησε παιανίσας, ὁ δὲ Σώστρατος ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν δεσμῶν εἰς ἀέρα, καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς βληθεὶς ἐπετόμην· οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς ἐντυγχάνουσι λαβέσθαι.
正在这时,一位神庙的仆从飞快地奔向祭司,当着众人的面说道:“有一位外国少女逃到阿耳忒弥斯那里避难了!”我一听这话,精神为之一振,抬起双眼,开始苏醒过来;克利尼亚斯则对索斯特拉托斯说:“父亲,我的预言应验了!”同时又向信使问道:“莫非她很美貌?”信使答道:“除了阿耳忒弥斯之外,我还没见过另一个如此美貌的人。”听到这里,我跳起来大喊:“你说的是琉喀佩!”信使说:“一点不错;因为她自己说就叫这个名字,故乡是拜占庭,父亲是索斯特拉托斯。”于是克利尼亚斯拍手高唱凯歌,索斯特拉托斯高兴得瘫倒在地,而我则戴着镣铐跃向空中,仿佛从投石机上发射出去一般,直奔圣所飞奔而去;守卫们以为我要逃跑,便在后追赶,并对迎面遇到的人大喊抓住我。
Ἀλλ’ εἶχον οἱ πόδες μου τότε πτερά. Μόλις οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται,2 καὶ οἱ φύλακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν με τύπτειν· ἐγὼ δὲ ἤδη θαρρῶν ἠμυνόμην, οἱ δὲ εἷλκόν με εἰς τὸ δεσμωτήριον.
然而那时我的双脚如生双翼。好不容易才有人抓住了疯跑中的我,守卫们也同时赶到,企图殴打我;但我此刻已充满勇气,奋力反抗,他们便把我拖向了牢房。
- 7.15.2μὴ καλή;
由否定词 μή 引导的独立直接疑问句在语法上通常预期否定回答(“难道她很美不成?”),但在口语对话中常带有试探、疑虑或隐隐期待的语气(“莫非她很美貌?”)。在此语境中,克利尼亚斯是在怀着期望试探该女子是否就是琉喀佩。
- 7.15.4μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται
中动相动词 λαμβάνομαι(“抓住”、“握住”)要求接触或抓取对象的属格,因此代词 μου 作其宾语,分词 μαινομένου 作其修饰成分表示状态(“抓住了狂奔中的我”)。介词短语 πρὸς τὸν δρόμον 依附于 μαινομένου,表示狂热投向的对象或方式(“在奔跑中陷入疯狂”,即发疯般飞奔)。
