← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§7.14.1-7.14.6

索斯特拉托斯的愤怒与克利尼亚斯的劝解

获释后的克利托丰被琉喀佩之父索斯特拉托斯认出,后者听信其杀人认罪愤而袭击,克利尼亚斯出面劝阻,并根据阿耳忒弥斯的梦示断言琉喀佩依然在世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14.1

Ὡς δ’ ἀπηλλάγην ἐγὼ τῶν βασάνων, διελέλυτο μὲν τὸ δικαστήριον, ὄχλος δ’ ἦν περὶ ἐμὲ καὶ θόρυβος τῶν μὲν ἐλεούντων, τῶν δὲ ἐκθειαζόντων, τῶν δὲ ἀναπυνθανομένων. Ἔνθα καὶ ὁ Σώστρατος ἐπιστὰς ὁρᾷ με καὶ γνωρίζει.

当我从酷刑中解脱出来时,法庭已经解散,但我身边围满了人群,一片骚动,有的人表示同情,有的人赞叹如获神助,有的人则四处打听。就在那时,索斯特拉托斯也走上前来看到了我,并认出了我。

§7.14.2

Καὶ γάρ, ὡς ἔφην ἐν ἀρχῇ τῶν λόγων, ἐν Τύρῳ ποτε ἐγεγόνει περὶ τὴν τῶν Ἡρακλείων ἑορτὴν καὶ χρόνου πολλοῦ διατρίψας ἔτυχεν ἐν Τύρῳ, πρὸ πολλοῦ τῆς ἡμετέρας φυγῆς· ὥστε ταχύ μου τὴν μορφὴν συνεβάλετο, καὶ διὰ τὸ ἐνύπνιον φύσει προσδοκῶν εὑρήσειν ἡμᾶς.

因为正如我在故事开头所说,他曾在一届赫拉克勒斯节期间去过提尔,而且在我们出逃很久以前,恰好在提尔逗留了很长时间;因此他很快就认出了我的相貌,并且由于那个梦境,他自然也期待着能找到我们。

§7.14.3

Προσελθὼν οὖν μοι “Κλειτοφῶν οὗτος, Λευκίππη δὲ ποῦ;” Ἐγὼ μὲν οὖν γνωρίσας αὐτὸν εἰς γῆν ἔνευσα, οἱ δὲ παρόντες αὐτῷ διηγοῦντο ὅσα εἶπον κατ’ ἐμαυτοῦ· καὶ ὃς ἀνοιμώξας καὶ κοψάμενος τὴν κεφαλὴν ἐμπηδᾷ μου τοῖς ὀφθαλμοῖς καὶ μικροῦ δεῖν1 ἐξώρυξεν αὐτούς· οὐδὲ γὰρ ἐπεχείρουν κωλύειν ἐγώ, παρεῖχον δὲ τὸ πρόσωπον εἰς τὴν ὕβριν.

于是他走向我说道:“这不是克利托丰吗?可是琉喀佩在哪里?”我认出了他,便低下头看着地面,而在场的人却向他讲述了我招认不利于自己的所有事情;他失声痛哭,拍打着自己的头颅,猛扑向我的双眼,差一点就把它们挖了出来;因为我根本没有试图阻挡,反倒任凭他施暴,把脸迎了上去。

§7.14.4

Ὁ δὲ Κλεινίας προσελθὼν εἶργε παρηγορῶν αὐτὸν ἅμα καὶ λέγων “τί ποιεῖς, ἄνθρωπε; τί μάτην ἐξηγρίωσαι κατ’ ἀνδρός, ὃς μᾶλλον σοῦ Λευκίππην φιλεῖ; Θάνατον γοῦν ὑπέστη παθεῖν, ὅτι τεθνάναι αὐτὴν ἔδοξεν·” ἄλλα τε πολλὰ ἔλεγε παραμυθούμενος αὐτόν.

然而克利尼亚斯走上前去拉住了他,一边安抚一边说:“你在做什么,朋友?何苦无端地向一个比你更爱琉喀佩的男子发怒?他之所以甘愿受死,正是因为以为她已经死了!”他还说了许多其他话来安慰他。

§7.14.5

Ὁ δὲ ὠδύρετο καλῶν τὴν Ἄρτεμιν “ἐπὶ τοῦτό με, δέσποινα, ἤγαγες ἐνταῦθα; τοιαῦτά σου τῶν ἐνυπνίων τὰ μαντεύματα; Κἀγὼ μὲν ἐπίστευόν σου τοῖς ὀνείροις καὶ εὑρήσειν παρὰ σοὶ προσεδόκων τὴν θυγατέρα· καλὸν δέ μοι δῶρον δέδωκας· εὗρον τὸν ἀνδροφόνον αὐτῆς παρὰ σοί.” Καὶ ὁ Κλεινίας ἀκούσας τοῦ τῆς Ἀρτέμιδος ἐνυπνίου περιχαρὴς ἐγένετο καὶ λέγει “θάρρει, πάτερ, ἡ Ἄρτεμις οὐ ψεύδεται· ζῇ σοι Λευκίππη· πίστευσόν μου τοῖς μαντεύμασιν. Οὐχ ὁρᾷς καὶ τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;”2

索斯特拉托斯却呼唤着阿耳忒弥斯哀叹道:“女主人啊,您把我引到这里来就是为了这个吗?您梦中的神谕就是这样的吗?我曾相信您的托梦,期盼在您这里找到女儿;可您却给了我一件多么美妙的礼物啊——我竟在您这里找到了杀害她的凶手!”克利尼亚斯听到阿耳忒弥斯的梦境,顿时喜出望外,说道:“振作起来,父亲,阿耳忒弥斯决不会说谎!您的琉喀佩还活着!请相信我的预言吧。难道您看不出,就在刚才这个悬在刑具上的人,也是女神把他夺救出来的吗?”

语法注2 条
  1. 7.14.3μικροῦ δεῖν

    非人称短语 μικροῦ δεῖ 的独立不定式用法(parenthetical absolute infinitive),与程度属格 μικροῦ 连用,作状语修饰过去时动词 ἐξώρυξεν,表示“几乎”、“差一点就挖出眼睛”。

  2. 7.14.6Οὐχ ὁρᾷς καὶ τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;

    前置预取结构(prolepsis),从属从句(ὡς 从句)中的受词 καὶ τοῦτον 被提前作为主句动词 ὁρᾷς 的直接宾语,字面意为“你没看到他也……女神是如何将他抢救出来的吗?”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.14.1-7.14.6