- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.13.1-7.13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
琉喀佩趁索斯忒涅斯不在逃往阿耳忒弥斯神庙寻求庇护,文中记述了该神庙接纳避难者的规矩;与此同时,她与正赶往法庭的父亲索斯特拉托斯擦肩而过。
Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ ἡ Λευκίππη τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα περιεσκόπει μὴ πρὸ θυρῶν εἴη.1 Ὡς δ’ ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς ἡ συνήθης εἰσέρχεται· μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων προὐξένει ἀποχρῆσθαι τῇ Τύχῃ.
大约在同一时间,琉喀佩见房门敞开,索斯忒涅斯又不在场,便环顾四周,生怕他就在门前。当发现他无影无踪时,往常的勇气与希望涌入她的心中;因为多次出人意料获救的记忆促使她在面对眼前的危险时放手倚仗命运。
Καὶ ʽἦν γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερὸν̓ ἐκτρέχει τε ἐπ’ αὐτὸ καὶ ἔχεται τοῦ νεώ.2 Τὸ δὲ παλαιὸν ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος ὁ νεώς, ἀνδράσι δὲ ἐπετέτραπτο καὶ παρθένοις. Εἰ δέ τις εἴσω παρῆλθε γυνή, θάνατος ἦν ἡ δίκη, πλὴν εἰ μὴ δούλη τις ἦν ἐγκαλοῦσα τῷ δεσπότῃ. Ταύτῃ δὲ ἐξῆν ἱκετεύειν τὴν θεόν, οἱ δὲ ἄρχοντες ἐδίκαζον αὐτῇ τε καὶ τῷ δεσπότῃ· καὶ εἰ μὲν ὁ δεσπότης οὐδὲν ἔτυχεν ἀδικῶν, αὖθις τὴν θεράπαιναν ἐλάμβανεν, ὀμόσας μὴ μνησικακήσειν τῆς καταφυγῆς· εἰ δὲ ἔδοξεν θεράπαινα δίκαια λέγειν, ἔμενεν αὐτοῦ δούλη τῇ θεῷ.
而且——因为阿耳忒弥斯的神庙就在这片田野附近——她便向神庙奔去,紧紧依附着殿堂。自古以来,这座神庙对自由民妇女是禁入的,但对男子和处女则是开放的。若有任何妇人擅自步入,惩罚便是死刑,除非是向主人提出控告的女奴。对于这种女奴,祈求女神是允许的,长官们则在她与主人之间主持审断;如果主人未曾行不义之事,便在起誓不因她寻求庇护而怀恨报复之后,重新领回女仆;但若女仆被认为言之有理,她便留在此地,成为属于女神的奴隶。
Ἄρτι δὲ τοῦ Σωστράτου τὸν ἱερέα παραλαβόντος καὶ ἐπὶ τὰ δικαστήρια παρελθόντος, ὡς ἂν ἐπισχοίη τὰς δίκας, εἰς τὸ ἱερὸν ἡ Λευκίππη παρῆν, ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συντυχεῖν.3
就在索斯特拉托斯带着祭司前往法庭以图中止审判之时,琉喀佩刚好抵达神庙,以致她差一点儿就与父亲相遇了。
- 7.13.1περιεσκόπει μὴ πρὸ θυρῶν εἴη
由表示戒备、探看的动词 περιεσκόπει(环视)所引导的顾虑从句。因主句为未完成过去时,在历史时态呼应下使用了祈愿语气 εἴη("唯恐他就在门前")。
- 7.13.2ἔχεται τοῦ νεώ
中间态动词 ἔχομαι 接表接触的属格(τοῦ νεώ),意为"紧贴"、"紧抱"。此处指紧抓神庙以确立宗教庇护权的习俗动作。
- 7.13.4ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συντυχεῖν
在 ὥστε 引导的结果从句中,使用句型 μικροῦ τινος ἀπελείφθη("仅差毫厘"),表示"差一点就……"。其后带有冠词的属格不定式(τοῦ συντυχεῖν)带有一个赘加否定词 μή,这是伴随表示相距、阻止或缺失概念动词的常规用法。
