- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.12.1-7.12.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
审判长依法判处叙述者死刑,并下令拷问以查明墨利忒是否知情,但在用刑前一刻,阿耳忒弥斯祭司出现并宣告因使团到来而暂停一切刑罚;该使团正是由琉喀佩的父亲索斯特拉托斯所率领。
Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ʽἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεωσ̓ ἔδοξεν οὖν αὐτῷ1 διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ τοῦ Σωσθένους ἐν γράμμασιν, ἦ μὴν οὐκ εἰδέναι τί γέγονε, κἀμὲ δέ, ὡς ἤδη κατάδικον, βασανισθῆναι περὶ τοῦ Μελίτην τῷ φόνῳ συνεγνωκέναι.
当瑟尔珊德罗斯这般陈说,并起誓坚称不知索斯忒涅斯下落如何时,法官的首领——他出身王室血统,执掌命案审判,且依律从长者中选拔顾问作为判决的参议——于是他在与身旁的同审官共同商议后决定:依律判处我死刑,因为法律规定凡自供杀人者当处死;对于墨利忒,则在对女仆的刑讯中举行复审;瑟尔珊德罗斯须立书起誓,保证确不知索斯忒涅斯究竟下落如何;而我既然已沦为死囚,还须受刑以审问墨利忒是否对谋杀知情共谋。
Ἄρτι δέ μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου, καὶ τῶν μὲν μάστιγας κομιζόντων τῶν δὲ πῦρ καὶ τροχόν, ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς θεούς, ὁ τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος προσιὼν ὁρᾶται.
正当我被捆绑起来、剥去身上的衣裳、被绳套高高吊起,一些人手持皮鞭,另一些人拿来烈火与刑轮,克利尼亚斯哀号痛哭并向众神呼救之际,只见阿耳忒弥斯的祭司头戴月桂冠迎面走来。
Σημεῖον δὲ τοῦτο ἐστὶν ἡκούσης θεωρίας τῇ θεῷ· τοῦτο δὲ ὅταν γένηται, πάσης εἶναι δεῖ τιμωρίας ἐκεχειρίαν ἡμερῶν τοσούτων, ὅσων οὐκ ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί.2 Οὕτω μὲν δὴ τότε τῶν δεσμῶν ἐλύθην. Ἦν δὲ ὁ τὴν θεωρίαν ἄγων Σώστρατος, ὁ τῆς Λευκίππης πατήρ.
这是献给女神的朝圣使团业已抵临的标志;凡逢此事,在使者尚未完成祭礼的数日之内,一切刑罚皆须停滞休止。就这样,我在当时被解除了束缚。而统领这支使团的,正是琉喀佩的父亲索斯特拉托斯。
Οἱ γὰρ Βυζάντιοι, τῆς Ἀρτέμιδος ἐπιφανείσης ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Θρᾷκας, νικήσαντες ἐλογίσαντο δεῖν αὐτῇ θυσίαν ἀποστέλλειν τῆς συμμαχίας ἐπινίκιον· ἦν δὲ καὶ ἰδίᾳ τῷ Σωστράτῳ νύκτωρ ἡ θεὸς ἐπιστᾶσα. Τὸ δὲ ὄναρ ἐσήμαινε τὴν θυγατέρα εὑρήσειν ἐν Ἐφέσῳ καὶ τἀδελφοῦ τὸν υἱόν.
盖因拜占庭人在与色雷斯人的战事中蒙阿耳忒弥斯显灵而获胜,他们认为必须向女神派遣祭礼以庆贺神助之捷;此外,女神也曾于夜间私下向索斯特拉托斯显灵。那梦境预示着:他将在以弗所寻得自己的女儿以及他兄弟的儿子。
- 7.12.1ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ... ἔδοξεν οὖν αὐτῷ
在以括号性质的插入句详细交代了审判长身份及陪审参议制度后,主句动词以连接词 οὖν 重复引出(ἔδοξεν οὖν αὐτῷ,即复述/重现修辞法 epanalepsis)。全句的核心为审判长做出的四项裁决,分别由四个不定式短语并列承载(καταγνῶναι, γενέσθαι, ἐπομόσαι, βασανισθῆναι)。
- 7.12.3ἡμερῶν τοσούτων, ὅσων οὐκ ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί
在 ὅσων 引导的关系从句中包含否定词 οὐκ,意指“朝圣使者尚未完成祭礼的这数日之间”,即表示“直至他们完成祭祀为止的整个期间”。这是包含否定的惯用时间表达。
