← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§7.11.1-7.11.8

瑟尔珊德罗斯的控告与新杀人嫌疑

瑟尔珊德罗斯挺身驳斥墨利忒的挑衅,坚称索斯忒涅斯恐已遭克利托丰等人杀害,同时宣称琉喀佩系自身家奴,力主从严定罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.11.1

Ἐν τούτῳ δὲ ὁ Θέρσανδρος πρὸ τῆς προκλήσεως ἀπὸ τῆς Μελίτης οὕτω γενομένης παρελθὼν “ἱκανῶς μὲν” εἶπεν “οὗτος, ὅστις ποτέ ἐστι, κατελήρησε μυθολογῶν· ἐγὼ δὲ ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας εἰ φονέα ἐπ’ αὐτοφώρῳ λαβόντες ʽμεῖζον δὲ τῆς φωράσεως τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖν’ οὐ δὴ κελεύετε1 τῷ δημίῳ, καθέζεσθε δὲ γόητος ἀκούοντες πιθανῶς μὲν ὑποκρινομένου, πιθανῶς δὲ δακρύοντος, ὃν νομίζω καὶ αὐτὸν κοινωνὸν γενόμενον τοῦ φόνου περὶ ἑαυτοῦ φοβεῖσθαι, ὥστ’ οὐκ οἶδα τί δεῖ βασάνων ἔτι περὶ πράγματος οὕτω σαφῶς ἐληλεγμένου.

与此同时,瑟尔珊德罗斯挺身而出,抢在墨利忒提出如此要求之际说道:“这个人,不论他到底是谁,编造神话扯的胡话已经够多了!但我倒对你们的麻木不仁感到惊诧:既然当场拿下了凶手——而自己告发自己比当场捉拿更为确凿——你们竟然不下令给刽子手,反而坐在这里听一个骗子逼真地表演、逼真地哭泣!依我看,他自己也是这桩谋杀的同谋,因此正在为自身难保而担惊受怕;以至于我真不明白,对于一件已被如此确凿证实的案子,为何还需要动用严刑拷打。

§7.11.2

Δοκοῦσι δὲ καὶ ἄλλον τινὰ ἐργάσασθαι φόνον. Ὁ γὰρ Σωσθένης οὗτος, ὃν αἰτοῦσι παρ’ ἐμοῦ, τρίτην ταύτην ἡμέραν γέγονεν ἀφανής, καὶ ἔστιν οὐ πόρρω τινὸς ὑπονοίας μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς γέγονεν ἔργον·2 αὐτὸς γὰρ ἐτύγχανεν ὁ τὴν μοιχείαν μοι κατειπών· ὥστε εἰκότως ἀποκτεῖναί μοι δοκοῦσιν αὐτόν· καὶ τοῦτ’ εἰδότες ὡς οὐκ ἂν ἔχοιμι παρασχεῖν τὸν ἄνθρωπον, πρόκλησιν περὶ αὐτοῦ πεποίηνται πάνυ κακούργως.

而且他们似乎还犯下了另一桩谋杀。因为他们向我索要的这个索斯忒涅斯,已经失踪整整三天了,这绝非毫无嫌疑,他极可能已成为这伙人阴谋的牺牲品;盖因正是他向我告发了通奸一事;因此在我看来,他们很有可能杀害了他;并且他们明知我无法交出此人,才极尽歹毒之能事提出了有关他的质询。

§7.11.3

Εἴη μὲν οὖν κἀκεῖνον φανῆναι3 καὶ μὴ τεθνάναι· τί δὲ καί, εἰ παρῆν, ἔδει παρ’ αὐτοῦ μαθεῖν; Εἴ τινα κόρην ἐωνήσατο; τοιγαροῦν ἐωνημένος ἔστω· καὶ εἰ ταύτην ἔσχε Μελίτη; λέγει καὶ τοῦτο δι’ ἐμοῦ. Ἀπήλλακται μὲν δὴ Σωσθένης ταῦτα εἰπών· τοὐντεῦθεν δὲ ὁ λόγος μοι πρὸς Μελίτην καὶ Κλειτοφῶντα.

但愿那人当真能现身且未遭毒手!然而即便他在场,又能从他那里得知什么呢?问他是否买下过一个少女吗?那么就算是他买下的好了!再问墨利忒是否接纳了她吗?借我的口他也承认了这一点。说完了这些,索斯忒涅斯便可退场了;从现在起,我的话是针对墨利忒和克利托丰的。

§7.11.4

Τί μου τὴν δούλην λαβόντες πεποιήκατε; δούλη γὰρ ἦν ἐμὴ Σωσθένους αὐτὴν ἐωνημένου, καὶ εἰ περιῆν καὶ μὴ πρὸς αὐτῶν ἐπεφόνευτο, πάντως ἂν ἐδούλευεν ἐμοί.” Τοῦτον δὲ τὸν λόγον ὁ Θέρσανδρος πάνυ κακοήθως παρενέβαλεν, ἵνα κἂν ὕστερον ἡ Λευκίππη φωραθῇ ζῶσα, πρὸς δουλείαν αὐτὴν ἀγάγῃ. Εἶτα προσετίθει “Κλειτοφῶν μὲν οὖν ὡμολόγησεν ἀνῃρηκέναι καὶ ἔχει τὴν δίκην, Μελίτη δὲ ἀρνεῖται. Πρὸς ταύτην αἱ τῶν θεραπαινίδων εἰσὶ βάσανοι.

你们夺走我的女奴之后,究竟对她做了什么?因为既然是索斯忒涅斯买下的她,她就是我的女奴;若她还活着、没有被他们杀害,她无论如何都当作为女奴服侍我。”瑟尔珊德罗斯极其险恶地插进这番话,以便日后哪怕琉喀佩被发现还活着,他也能将她贬为奴隶。随后他又补充道:“克利托丰既已供认谋杀,罪有应得,而墨利忒却矢口否认。针对女仆的拷问正是冲着她来的。

§7.11.6

Ἂν γὰρ φανῶσι παρὰ ταύτης λαβοῦσαι τὴν κόρην, εἶτα οὐκέτι πάλιν ἀγαγοῦσαι, τί γέγονε; τί δὲ ὅλως ἐξεπέμπετο καὶ πρὸς τίνα; Ἆρ’ οὐκ εὔδηλον τὸ πρᾶγμα, ὡς συσκευασάμενοι ἦσάν τινας ὡς κτενοῦντας;

因为如果女仆们被证实从她手中领走了那少女,随后却再未将她带回,那么究竟发生了什么?她究竟为何被打发出去,又是被送往何人那里?事情难道还不昭然若揭吗:正是他们串通了某些人去将她杀死?

§7.11.7

Αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον τὸ ἔργον κίνδυνον ἔχῃ μείζονα· κατέλιπον δὲ αὐτὴν ἔνθα ἦν ὁ τῶν λῃστῶν λόχος λανθάνων, ὥστε ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. Ἐλήρησε δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ τοῦ φόνου.

女仆们理所当然不知道那些人是谁,免得目击者一多,勾当便招致更大风险;她们只是把她扔在盗匪团伙设伏藏身的地方,以至于她们甚至完全可能没有亲眼目睹所发生的一切。此外,他还胡扯什么有个囚犯讲述了谋杀的内情。

§7.11.8

Καὶ τίς ὁ δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν;4 Οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν καὶ τηλικοῦτον ἔργον τιθέμενοι παιδιάν; Οἴεσθε χωρὶς θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;”

可这个对长官一言不发、偏偏只向此人一人吐露谋杀机密的囚犯到底是谁,若非他认出此人是同谋,又怎会如此?难道你们还不停止容忍这些空洞的荒唐之言,不再把如此大罪视同儿戏吗?你们真以为若无神意,此人会自己告发自己吗?”

语法注4 条
  1. 7.11.1ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας εἰ φονέα ἐπ’ αὐτοφώρῳ λαβόντες ʽμεῖζον δὲ τῆς φωράσεως τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖν’ οὐ δὴ κελεύετε

    动词 τεθαύμακα 同时支配人物属格(ὑμῶν)和原因属格(τῆς ἀναλγησίας),其后由 εἰ 引导的名词性/原因从句相当于“对于你们居然……”,常见于情感动词之后。从句内部使用否定词 οὐ 而非 μή(οὐ δὴ κελεύετε),是因为此处否定的是一个既成的事实(未下达命令),而非纯粹的假设。

  2. 7.11.2μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς γέγονεν ἔργον

    在表达怀疑的结构(ἔστιν οὐ πόρρω τινὸς ὑπονοίας)之后,由 μή 引导表顾虑或推测的从句。推论小辞 ἄρα 与直陈式完成时 γέγονεν 连用,表示对既成事实的合理推测或怀疑(“恐怕他已成为他们阴谋的牺牲品”)。

  3. 7.11.3Εἴη μὲν οὖν κἀκεῖνον φανῆναι

    祈愿语气 εἴη 加上不定式 φανῆναι 构成表达愿望的结构(“但愿那人能够现身”),相当于使用 εἴθε 或 ὄφελον 的愿望句表达法。

  4. 7.11.8πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν

    短语 πλὴν εἰ μή 是双重排除惯用语(“除非”、“若非”)。分词 κοινωνοῦντα 作为动词 ἐγνώρισεν 的补充或表语性分词,意为“若不是认出他是同谋的话”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.11.1-7.11.8