- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.10.1-7.10.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利尼亚斯的辩词打动了多数人,墨利忒趁机要求引渡索斯忒涅斯,瑟尔珊德罗斯暗中派人通风报信,吓得索斯忒涅斯仓皇出逃。
Ταῦτα εἰπόντος τοῦ Κλεινίου, τοῖς μὲν πολλοῖς ἐδόκει πιθανὸς ὁ λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα1 θεοῦ προνοίᾳ.
克利尼亚斯这番话说完之后,众人大多觉得他的言辞合情合理;但瑟尔珊德罗斯的辩护人和在场的友人们却齐声叫嚷,应当处死这个在神意安排下告发了自己的凶手。
Μελίτη τὰς θεραπαινίδας ἐδίδου καὶ Θέρσανδρον ἠξίου διδόναι Σωσθένην· τάχα γὰρ αὐτὸν εἶναι τὸν Λευκίππην ἀνῃρηκότα· καὶ οἱ συναγορεύοντες αὐτῇ ταύτην μάλιστα προεφέροντο πρόκλησιν.
墨利忒提出交出自己的女仆,并要求瑟尔珊德罗斯也交出索斯忒涅斯,因为也许正是他杀害了琉喀佩;为她辩护的人尤其着重提出了这一挑战。
Ὁ δὲ Θέρσανδρος φοβηθεὶς λάθρα τινὰ τῶν παραστατῶν εἰς τὸν ἀγρὸν ἀποστέλλει πρὸς τὸν Σωσθένην, κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι,2 πρὶν τοὺς ἐπ’ αὐτὸν πεμφθέντας ἥκειν· ὃς δὴ ἐπιβὰς ἵππου σπουδῇ μάλα πρὸς αὐτὸν ἔρχεται καὶ τὸν κίνδυνον λέγει καὶ ὡς, εἰ ληφθείη, εἰς βασάνους ἀπαχθήσεται.
瑟尔珊德罗斯深感恐惧,便暗中派遣一名身边的仆从赶赴乡下庄园去见索斯忒涅斯,命他务必在缉捕他的人赶到之前以最快速度逃遁无踪。那名仆从骑上马,飞奔到索斯忒涅斯那里,向他说明了危险,并告知他一旦被捕就会被押去严刑拷打。
Ὁ δὲ ἔτυχε μὲν ἐν τῷ τῆς Λευκίππης δωματίῳ παρών, κατεπᾴδων αὐτῆς· κληθεὶς δὲ ὑπὸ τοῦ παρόντος σὺν βοῇ καὶ ταραχῇ πολλῇ προέρχεται, καὶ ἀκούσας τὰ ὄντα, μεστὸς γενόμενος δέους καὶ ἤδη νομίζων τοὺς δημίους ἐπ’ αὐτὸν παρεῖναι, ἐπιβὰς ἵππου σπουδῇ μάλα ἐλαύνει ἐπὶ Σμύρνης· ὁ δὲ ἄγγελος πρὸς τὸν Θέρσανδρον ἀναστρέφει. Ἀληθὴς δέ ἐστιν, ὡς ἔοικεν, ὁ λόγος, ὅτι μνήμην ἐκπλήσσειν πέφυκε φόβος.
索斯忒涅斯当时恰好在琉喀佩的房里,正在对她百般纠缠劝诱;然而一听到来人呼喊喧嚷便走了出来,在得知实情之后,他吓得魂飞魄散,以为差役已经扑将上来,便跃上一匹马,拼尽全力往士麦那方向策马狂奔;信使则返回瑟尔珊德罗斯处。恐惧天生便能驱散记忆,这话看来果然不假。
Ὁ γοῦν Σωσθένης περὶ ἑαυτοῦ φοβηθείς, ἁπαξαπάντων ἐξελάθετο τῶν ἐν ποσὶν3 ὑπ’ ἐκπλήξεως, ὡς μηδὲ τοῦ τῆς Λευκίππης δωματίου κλεῖσαι τὰς θύρας. Μάλιστα γὰρ τὸ τῶν δούλων γένος ἐν οἷς ἂν φοβηθῇ σφόδρα δειλόν ἐστιν.
总之,索斯忒涅斯由于顾念自身安危,在惊慌失措之中竟把手头的一切事物忘得干干净净,以至于连琉喀佩房间的门都未曾关上。盖因奴隶之流只要一陷于恐惧,向来最为胆怯畏缩。
- 7.10.1τὸν αὑτοῦ κατειπόντα
反身代词 αὑτοῦ 作为分词 κατειπόντα(源自 κατεῖπον)的宾语,采用属格形式。动词 καταγορεύω/κατεῖπον 惯常接属格表示被告发者,故在此意为“告发了自己的人”。
- 7.10.3κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι
分词 κελεύσας(与主语瑟尔珊德罗斯同格)修饰主动词 ἀποστέλλει,其所引出的不定式短语中,不定式 ἀφανῆ γενέσθαι 的逻辑主语(索斯忒涅斯)根据语境省略。意为瑟尔珊德罗斯令仆从传话给索斯忒涅斯,“命其尽快消失隐匿”。
- 7.10.5τῶν ἐν ποσίν
为动词 ἐξελάθετο(遗忘)的属格宾语,与 ἁπαξαπάντων 同格,系由介词短语名词化而成的习语,字面义为“脚下之物”,引申指“眼前手头近在咫尺的事物”。
