← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§7.9.1-7.9.14

克利尼亚斯为克利托丰辩护并请求查明真相

在法廷的一片哗然中,克利尼亚斯挺身而出为克利托丰辩护,说明后者因绝望求死才捏造罪名归咎于己,并呼吁法庭查清案件的真相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9.1

Ἐν τούτῳ δὲ ὁ Κλεινίας θορύβου πολλοῦ κατὰ τὸ δικαστήριον ὄντος ἀνελθὼν “κἀμοί τινα λόγον” εἶπε “συγχωρήσατε· περὶ γὰρ ψυχῆς ἀνδρὸς ὁ ἀγών.” Ὡς δὲ ἔλαβε, δακρύων γεμισθεὶς “ἄνδρες” εἶπεν “Ἐφέσιοι, μὴ προπετῶς καταγνῶτε θάνατον ἀνδρὸς ἐπιθυμοῦντος ἀποθανεῖν, ὅπερ φύσει τῶν ἀτυχούντων ἐστὶ φάρμακον· κατέψευσται γὰρ ἑαυτοῦ τὴν τῶν ἀδικούντων αἰτίαν,1 ἵνα πάθῃ τὴν τῶν δυστυχούντων τιμωρίαν.

此时,法庭上一片喧哗,克利尼亚斯走上前去说道:“请允许我也说几句话;因为这场争讼关乎一个人的性命。” 得到许可后,他满含热泪说道:“以弗所的人们啊,切莫草率地将死刑判决加在一个渴望赴死之人身上——死按其本性正是不幸者的良药。他捏造罪名归咎于己,冒领不义者的罪名,只是为了承受厄运者的惩罚。

§7.9.3

Ἃ δὲ ἠτύχησε διὰ βραχέων ἐρῶ. Ἐρωμένην εἶχεν, ὡς εἶπεν· τοῦτο γὰρ οὐκ ἐψεύσατο· καὶ ὅτι λῃσταὶ ταύτην ἥρπασαν καὶ τὰ περὶ Σωσθένους καὶ πάνθ’ ὅσα πρὸ τοῦ φόνου διηγήσατο, πέπρακται τὸν τρόπον τοῦτον.

他所遭遇的不幸,我将简明道来。他如自己所说,本有一位恋人——在这点上他并未撒谎;海盗劫持了她,关于索斯忒涅斯的事,以及他在杀人之前所叙述的一切,确实都是如此发生的。

§7.9.4

Αὕτη γέγονεν ἐξαίφνης ἀφανής, οὐκ οἶδ’ ὅπως, οὔτ’ εἴ τις ἀπέκτεινεν αὐτήν, οὔτ’ εἰ ζῇ κλαπεῖσα· πλὴν ἓν τοῦτο οἶδα μόνον, τὸν Σωσθένην αὐτῆς ἐρῶντα καὶ αἰκισάμενον βασάνοις πολλαῖς ἐφ’ οἷς οὐκ ἐτύγχανε, καὶ φίλους ἔχοντα λῃστάς. Οὗτος οὖν ἀνῃρῆσθαι δοκῶν τὴν γυναῖκα ζῆν οὐκέτι θέλει καὶ διὰ τοῦτο ἑαυτοῦ φόνον κατεψεύσατο.

这名女子不知何故突然下落不明,不知是有人杀了她,还是遭人拐带依然在世。我唯独知晓这一件事:索斯忒涅斯爱慕她,因欲求不满而对其施加种种拷打,并且结交海盗为友。因此,此人认定那女子已被杀害,便不再愿意苟活,遂以此捏造谋杀罪加诸自身。

§7.9.5

Ὅτι μὲν γὰρ ἐπιθυμεῖ θανάτου, καὶ αὐτὸς ὡμολόγησε, καὶ ὅτι διὰ λύπην τὴν ἐπὶ γυναικί. Σκοπεῖτε δὲ εἴ τις ἀποκτείνας τινὰ ἀληθῶς ἐπαποθανεῖν αὐτῷ θέλει καὶ ζῆν δι’ ὀδύνην οὐ φέρει.

他渴望求死,这连他自己也已承认,并且是因失去女子的悲痛所致。然而请诸位明察:真正杀了人的人,难道会有谁想要随死者而去,因痛苦而无法忍受活下去吗?

§7.9.6

Τίς οὕτω φιλόστοργος φονεύς; ἢ ποῖον μῖσός ἐστιν οὕτω φιλούμενον; Μή, πρὸς θεῶν, μὴ πιστεύσητε, μηδὲ ἀποκτείνητε ἄνθρωπον ἐλέου μᾶλλον ἢ τιμωρίας δεόμενον. Εἰ δὲ αὐτὸς ἐπεβούλευσεν, ὡς λέγει, τὸν φόνον, εἰπάτω τίς ἐστιν ὁ μεμισθωμένος, δειξάτω τὴν ἀνῃρημένην.

世上何曾有这般深情的凶手?又有何种仇恨的对象会如此受人爱怜?看在诸神的份上,切莫相信他,切莫处死一个理应得到怜悯而非惩罚的人。若真如他所言是他策划了谋杀,那就让他说出受雇者是谁,让他指出被杀之人在何处。

§7.9.7

Εἰ δὲ μήθ’ ὁ ἀποκτείνας ἐστὶ μήθ’ ἡ ἀνῃρημένη, τίς ἤκουσε πώποτε τοιοῦτον φόνον; “Ἤρων” φησὶ “Μελίτης· διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.” Πῶς οὖν Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην δὲ νῦν ἀποθανεῖν ἐθέλει, ἣν ἀπέκτεινεν;

如果既无行凶之人,又无被杀之身,又有谁曾听说过这样的谋杀?他说:‘我爱墨利忒,为此我杀了琉喀佩。’既然如此,他又怎会指控他所爱慕的墨利忒犯下谋杀,如今却又想为他所杀害的琉喀佩赴死?

§7.9.8

οὕτω γὰρ ἄν τις καὶ μισοῖ τὸ φιλούμενον καὶ φιλοῖ τὸ μισούμενον; Ἆρ’ οὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχόμενος ἠρνήσατο τὸν φόνον,2 ἵνα καὶ σώσῃ τὴν ἐρωμένην καὶ ὑπὲρ τῆς ἀνῃρημένης μὴ μάτην ἀποθάνῃ;

难道真有人会这般既恨所爱之人,又爱所恨之人吗?难道他不会哪怕在受审时也远更有可能否认谋杀,以便既拯救所爱之人,又不为那被杀之人白白送命吗?

§7.9.9

Διὰ τί οὖν Μελίτης κατηγόρησεν, εἰ μηδὲν αὐτῇ τοιοῦτο πέπρακται; Ἐγὼ καὶ τοῦτο πρὸς ὑμᾶς ἐρῶ, καὶ πρὸς τῶν θεῶν μή με νομίσητε διαβάλλειν θέλοντα τὴν γυναῖκα ποιήσασθαι τὸν λόγον, ἀλλ’ ὡς τὸ πᾶν ἐγένετο.

那么,倘若墨利忒未曾做过这样的事,他又为何要指控墨利忒呢?这件事我也将向诸位说明;看在诸神的份上,请勿以为我是出于诋毁那妇人的意图而发表这番陈词,我只是要将全盘真相原原本本地讲出。

§7.9.10

Μελίτη μὲν ἐπεπόνθει πρὸς τοῦτον ἐρωτικὸν καὶ περὶ τοῦ γάμου διείλεκτο, πρὶν ὁ θαλάττιος οὗτος ἀνεβίω νεκρός· ὁ δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ ἐρρωμένως τὸν γάμον ἀπεκρούετο, κἀν τούτῳ τὴν ἐρωμένην εὑρών, ὡς ἔφη, παρὰ τῷ Σωσθένει ζῶσαν, ἣν ᾤετο νεκράν, πολὺ μᾶλλον πρὸς τὴν Μελίτην εἶχεν ἀλλοτριώτερον.

墨利忒对他萌生了情愫,并在这具海中的死尸复活之前与他谈及婚事。但他并无此意,反而十分坚决地拒绝了这桩婚事;其间他如自己所说,在索斯忒涅斯家中找到了原以为已经死去的恋人尚在人间,对墨利忒的态度便愈发疏远冷漠。

§7.9.11

Ἡ δὲ πρὶν μαθεῖν ἐρωμένην οὖσαν αὐτῷ τὴν παρὰ τῷ Σωσθένει, ταύτην ἠλέησέ τε καὶ ἔλυσε τῶν δεσμῶν, οἷς ἦν ὑπὸ τοῦ Σωσθένους δεδεμένη, καὶ εἰς τὴν οἰκίαν τε εἰσεδέξατο καὶ τἆλλα ὡς πρὸς ἐλευθέραν δυστυχήσασαν ἐφιλοτιμήσατο· ἐπειδὴ δὲ ἔμαθεν, ἔπεμψεν εἰς τοὺς ἀγροὺς διακονησομένην αὐτῇ· καὶ μετὰ ταῦτά φασιν ἀφανῆ γεγονέναι.

然而墨利忒在得知索斯忒涅斯家中的女子是他的恋人之前,曾怜悯那女子,解开了索斯忒涅斯加在她身上的绳索,接纳她进入家中,并在其他各方面如对待落难的自由民女子一般优待她。但当她知晓真相后,便将她遣送到乡下庄园服侍自己;据他们说,此后那女子便不知所踪。

§7.9.12

Καὶ ὅτι ταῦτα οὐ ψεύδομαι, ἡ Μελίτη συνομολογήσει καὶ θεράπαιναι δύο, μεθ’ ὧν αὐτὴν ἐπὶ τοὺς ἀγροὺς ἐξέπεμψεν. Ἓν μὲν δὴ τοῦτο πρὸς ὑπόνοιαν ἤγαγε τοῦτον μὴ ἄρα φονεύσασα εἴη τὴν Λευκίππην διὰ ζηλοτυπίαν αὕτη· ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίωσιν ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθ’ αὑτοῦ καὶ κατὰ τῆς Μελίτης ἐξηγρίανε.3

我所言不虚,墨利忒本人以及同去遣送她到乡下的两名女仆都可作证。这固然是一条线索,使他怀疑她是否出于嫉妒而杀害了琉喀佩;而另一件在牢狱中发生在他身上的事,更坐实了他的怀疑,使他无论对自己还是对墨利忒都变得狂暴暴怒。

§7.9.13

Τῶν δεσμωτῶν τις ὀδυρόμενος ἑαυτοῦ τὴν συμφοράν, ἔλεγεν ὁδῷ τινι κεκοινωνηκέναι κατ’ ἄγνοιαν ἀνδρὶ φονεῖ, δεδρακέναι δ’ ἐκεῖνον γυναικὸς φόνον ἐπὶ μισθῷ. Καὶ τοὔνομα ἔλεγε· Μελίτην μὲν εἶναι τὴν μισθωσαμένην, Λευκίππην δὲ τὴν ἀνῃρημένην. Εἰ δὲ ταῦτα γέγονεν οὕτως, ἐγὼ μὲν οὐκ οἶδα, μαθεῖν δ’ ὑμῖν ἐξέσται. Ἔχετε τὸν δεδεμένον· εἰσὶν αἱ θεράπαιναι· ἔστιν ὁ Σωσθένης. Ὁ μὲν ἐρεῖ πόθεν ἔσχε τὴν Λευκίππην δούλην, αἱ δὲ πῶς γέγονεν ἀφανής, ὁ δὲ περὶ τοῦ μισθωτοῦ καταγορεύσει. Πρὶν δὲ μάθητε τούτων ἕκαστον, οὔτε ὅσιον οὔτε εὐσεβὲς νεανίσκον ἄθλιον ἀνελεῖν, πιστεύσαντας μανίας λόγοις· μαίνεται γὰρ ὑπὸ λύπης.”

牢中的一名囚犯在哀叹自己的不幸时曾说,他在某次路途中不知不觉与一名凶手同行,而那人受雇行凶杀害了一名女子。他还说出了姓名:雇佣者是墨利忒,而被杀害的是琉喀佩。这些事情是否真如所说的那样发生,我固然不知,但诸位完全可以查明。那名囚犯就在诸位手中,女仆们在场,索斯忒涅斯也在场。后者将交代他是从何处得到琉喀佩为奴,女仆们将说明她是如何失踪的,而那名囚犯将揭发那个受雇之人。在诸位查清这每一件事之前,听信狂乱之言而处决一个不幸的年轻人,既是不义,亦是不敬;因为他实已因悲痛而发狂。”

语法注3 条
  1. 7.9.2κατέψευσται γὰρ ἑαυτοῦ τὴν τῶν ἀδικούντων αἰτίαν

    复合动词 καταψεύδομαι 支配属格和宾格,意为“以某事(宾格)诬加于某人(属格)”。此处 ἑαυτοῦ 为属格补足语(加诸自身),τὴν τῶν ἀδικούντων αἰτίαν 为直接宾语(不义之人的罪名)。

  2. 7.9.8Ἆρ’ οὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχόμενος ἠρνήσατο τὸν φόνον

    语气小辞 ἄν 与直陈式不定过去时 ἠρνήσατο 连用,构成对过去事实的反事实推测(“难道不是更会……否认吗?”)。分词 ἐλεγχόμενος 带有让步意味(“即便受到盘问/对证”)。

  3. 7.9.12ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίωσιν ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθ’ αὑτοῦ καὶ κατὰ τῆς Μελίτης ἐξηγρίανε

    该句的主干为中性单数分词短语 ἕτερον δέ τι ... συμβὰν 作主语(“发生的另一件事”),搭配及物主动词 ἐξηγρίανε(“激怒/使发狂”)。宾语(克利托丰)承上下文省略或由与格 αὐτῷ(于他而言)体现,介词短语 καὶ καθ’ αὑτοῦ καὶ κατὰ τῆς Μελίτης 则表示狂暴怒火所指向的对象(对他自己及对墨利忒)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.9.1-7.9.14