← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.6.1-6.6.4

瑟尔桑德罗斯为琉喀珀的美貌倾倒

当克利托丰在牢中焦虑万分时,瑟尔桑德罗斯急赴琉喀珀的房间,一见其低眉悲戚的绝世美貌便神魂颠倒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6.1

Ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς· ὁ δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς εἶχεν ὁρμῆς1 ἐπὶ τὴν Λευκίππην ἵεται. Ὡς δὲ παρῆσαν ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης εἰπών,2 ἐμφαίνουσαν τοῖς προσώποις λύπην ὁμοῦ καὶ δέος.

于是,我的心灵陷入了这般悲惨的境地;而瑟尔桑德罗斯一将我关入牢房,便凭借着满腔冲动径直向琉喀珀奔去。当他们来到房间时,发现她正瘫倒在地上,心中仍在反复思量索斯忒涅斯先前所说的那些话,脸上同时显露出悲哀与恐惧。

§6.6.2

Ὁ γὰρ νοῦς οὔ μοι δοκεῖ λελέχθαι καλῶς ἀόρατος εἶναι τὸ παράπαν· φαίνεται γὰρ ἀκριβῶς ὡς ἐν κατόπτρῳ τῷ προσώπῳ· ἡσθείς τε γὰρ ἐξέλαμψε τοῖς ὀφθαλμοῖς εἰκόνα χαρᾶς, καὶ ἀνιαθεὶς συνέστειλε3 τὸ πρόσωπον εἰς τὴν ὄψιν τῆς συμφορᾶς.

在我看来,“心灵全然不可见”的说法并不妥当;因为心灵正如在镜子中一般,清晰地呈现在面容之上。当它欢悦时,便在双眼中闪耀出喜乐的形象;当它痛苦时,便将面容缩紧为灾祸的模样。

§6.6.3

Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη ἀνοιγομένων τῶν θυρῶν “ἦν δ’ ἔνδον λύχνοσ”, ἀνανεύσασα μικρὸν αὖθις τοὺς ὀφθαλμοὺς κατέβαλεν. Ἰδὼν δὲ ὁ Θέρσανδρος τὸ κάλλος ἐκ παραδρομῆς, ὡς ἁρπαζομένης ἀστραπῆς4 (μάλιστα γὰρ ἐν τοῖς ὀφθαλμοῖς κάθηται τὸ κάλλος), ἀφῆκε τὴν ψυχὴν ἐπ’ αὐτὴν καὶ εἱστήκει τῇ θέᾳ δεδεμένος, ἐπιτηρῶν πότε αὖθις ἀναβλέψει πρὸς αὐτόν.

琉喀珀一听到门被推开的声音——屋里点着一盏油灯——,微微抬起头看了一眼,随即又低垂下双眸。瑟尔桑德罗斯在这匆匆一瞬瞥见了她的美貌,犹如瞥见一道猝然掠过的闪电——因为美主要栖息在双目之中——,他的心神彻底为她所夺,被眼前的景象定在原地,静静守候着她何时会再次抬眼看他。

§6.6.4

Ὡς δὲ ἔνευσεν εἰς τὴν γῆν, λέγει “τί κάτω βλέπεις, γύναι; τί δέ σου τὸ κάλλος τῶν ὀφθαλμῶν εἰς τὴν γῆν καταρρεῖ; ἐπὶ τοὺς ὀφθαλμοὺς μᾶλλον ῥεέτω τοὺς ἐμούς.”

见她依然低首向地,他便开口说道:“女人,你为何朝下看?为何你双眸的秀美尽倾泻于泥土?倒不如让它流向我的双目吧!”

语法注4 条
  1. 6.6.1ὡς εἶχεν ὁρμῆς

    这是 ὡς + ἔχω 搭配部分属格(ὁρμῆς)的习惯用法,作状语修饰动词 ἵεται,意为“倾其所有冲动地”或“依其全部冲劲”。

  2. 6.6.1ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης εἰπών

    关系代词 ὧν 包含了先行词,原应作为 εἰπών 的宾语而采用宾格 ἅ,在此发生了关系词格同化(attraction)而变为属格。不及物完成时分词 καθεστηκυῖαν 与 ἐν νῷ 连用,意为“将……铭记在心”或“沉浸在思虑之中”。

  3. 6.6.2ἐξέλαμψε ... συνέστειλε

    此处均为格言式不定过去时(gnomic aorist),用以陈述普遍真理或习惯性反应,而非过去某一次的具体行为,在意义上相当于现在时(“闪现出……紧缩成……”)。

  4. 6.6.3ὡς ἁρπαζομένης ἀστραπῆς

    由比较连词 ὡς 引导的属格绝对结构(genitive absolute),构成明喻,意为“如被猝然夺走的闪电一般”,生动刻画了他瞥见其美貌时刹那间的震惊与迅疾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.6.1-6.6.4