← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.5.1-6.5.5

克利托丰被捕下狱

身穿梅利忒衣裳的克利托丰与瑟尔桑德罗斯一行迎面相撞并遭逮捕下狱;面对通奸指控他泰然自若,却对尚未寻回的琉喀珀满怀不祥的预感与恐惧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.1

Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος1 καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με ὁ Σωσθένης πρῶτος γνωρίσας “ἀλλ’ ἰδοὺ” φησὶν “οὗτος ὁ μοιχὸς βακχεύων ἡμῖν ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα.” Ὁ μὲν οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν ἀποφεύγει, μὴ λαβὼν καιρὸν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι· ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ ὁ Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων συνέρρει.

与此同时,我正穿着梅利忒的衣服,不假思索地便与他们迎面相撞。索斯忒涅斯最先认出了我,喊道:“快看,那个通奸犯狂乱地向我们扑来,身上还穿着你妻子的战利品!” 当时在前面引路的年轻人见状早已先一步逃跑,在惊恐之中甚至来不及事先向我示警;而他们一见我便将我抓捕,瑟尔桑德罗斯放声大叫,过夜节的群众纷纷蜂拥而至。

§6.5.3

Ἔτι μᾶλλον οὖν ὁ Θέρσανδρος ἐδεινοπάθει, ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν λωποδύτην· ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν ἔγκλημα μοιχείας ἐπιφέρων.

瑟尔桑德罗斯愈发愤恨难平,不顾好歹地狂吼着:“通奸犯!偷衣贼!”随后他将我押往牢狱,指控我犯有通奸罪并将我交付关押。

§6.5.4

Ἐμὲ δὲ ἐλύπει τούτων μὲν οὐδέν, οὔθ’ ἡ τῶν δεσμῶν ὕβρις οὔθ̓ ἡ τῶν λόγων αἰκία· καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς·2 δέος δέ με περὶ τῆς Λευκίππης εἶχεν οὔπω σαφῶς αὐτὴν ἀπολαβόντα.3

但我对这一切全然不觉痛苦,无论是被捆绑的羞辱,还是言语上的折磨;因为我确信自己在辩理上必占上风,证明我绝非通奸犯,而是正大光明结的婚。然而,由于尚未确凿地将琉喀珀救回,关于她的恐惧却将我紧紧攫住。

§6.5.5

Ψυχαὶ δὲ πεφύκασι μάντεις τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας εὐστοχοῦμεν. Οὐδὲν οὖν ὑγιὲς ἐνενόουν περὶ τῆς Λευκίππης, ἀλλ’ ἦν ὕποπτά μοι πάντα καὶ μεστὰ δείματος.

人的心灵天生就是灾祸的预言者,因为对于好事,我们绝难凭预言料中。因此,关于琉喀珀,我竟无法作任何好的联想,反而万事都令我生疑,满心惊惧。

语法注3 条
  1. 6.5.1εἶχον ἠμφιεσμένος

    由未完成过去时 εἶχον 与中动态/被动态完成分词 ἠμφιεσμένος 构成的迂说法,强调“正穿着该服饰”的持续状态,而非单纯的过去动作。

  2. 6.5.4περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς

    不定式 περιέσεσθαι 与前面与格 τῷ λόγῳ 呼应,意为“在辩论中胜出”。后面的不定式短语 μὴ ... εἶναι, γῆμαι δὲ ... 说明辩白的内容;不定式的否定使用否定词 μή,与后面的 γῆμαι δὲ ... 构成对比,表示“并非通奸者,而是公开结婚”。

  3. 6.5.4ἀπολαβόντα

    阳性宾格不定过去分词 ἀπολαβόντα 与主句中宾格宾语 με(δέος δέ με ... εἶχεν)保持一致,充当附带情况或原因分词,解释其恐惧的原由(“由于我尚未确凿地找回她”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.5.1-6.5.5