- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.7.1-6.7.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
描写了琉喀珀垂泪的动人姿态,以及瑟尔桑德罗斯刻意落泪以示深情的举动;随后瑟尔桑德罗斯命索斯忒涅斯好生照料并代为美言,便先行退去。
Ἡ δὲ ὡς ἤκουσεν, ἐνεπλήσθη δακρύων, καὶ εἶχεν αὐτῆς ἴδιον κάλλος καὶ τὰ δάκρυα. Δάκρυον γὰρ ὀφθαλμὸν ἀνίστησι καὶ ποιεῖ προπετέστερον· κἂν μὲν ἄμορφος ᾖ καὶ ἄγροικος, προστίθησιν εἰς δυσμορφίαν· ἐὰν δὲ ἡδὺς καὶ τοῦ μέλανος ἔχων τὴν βαφὴν ἠρέμα τῷ λευκῷ στεφανούμενος, ὅταν τοῖς δάκρυσιν ὑγρανθῇ, ἔοικε πηγῆς ἐγκύμονι μαζῷ.
她一听这话,便满含泪水,然而就连这泪水也自有一种独特的美感。因为泪水能让眼眸隆起,使其显得更为突出;倘若那眼睛本就丑陋粗鄙,泪水只会增添其丑相;但若是那眼睛生得娇艳,既有深黑的色泽,又为莹白轻柔环绕,那么一旦为泪水所湿润,便宛如孕育着甘泉的乳房。
Χεομένης δὲ τῆς τῶν δακρύων ἅλμης περὶ τὸν κύκλον, τὸ μὲν πιαίνεται, τὸ δὲ μέλαν πορφύρεται, καὶ ἔστιν ὅμοιον τὸ μὲν ἴῳ, τὸ δὲ ναρκίσσῳ· τὰ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἔνδον εἱλούμενα γελᾷ.
当泪水的咸浆在眼球周围漫开时,白眼处愈显丰润,黑眸处则泛起紫晖,前者犹如水仙,后者仿佛紫罗兰,而在眼中旋动盘桓的泪滴则似在嫣然含笑。
Τοιαῦτα Λευκίππης ἦν τὰ δάκρυα, αὐτὴν τὴν λύπην εἰς κάλλος νενικηκότα· εἰ δὲ ἠδύνατο παγῆναι πεσόντα, καινὸν ἂν εἶχεν ἤλεκτρον ἡ γῆ. Ὁ δὲ Θέρσανδρος ἰδὼν πρὸς μὲν τὸ κάλλος ἐκεχήνει, πρὸς δὲ τὴν λύπην ἐξεμεμήνει καὶ τοὺς ὀφθαλμοὺς δακρύων ἐγκύους εἶχεν.
琉喀珀的泪水便是如此,甚至将悲哀本身也征服化作了美丽;若是这落下的泪珠能够凝结,大地上便多了一种崭新的琥珀。瑟尔桑德罗斯见状,对这美貌目瞪口呆,为这悲容如痴如狂,自己的双眼也饱含了泪水。
Ἔστι μὲν γὰρ φύσει δάκρυον ἐπαγωγότατον ἐλέου τοῖς ὁρῶσι, τὸ δὲ τῶν γυναικῶν μᾶλλον· ὅσῳ θαλερώτερον, τοσούτῳ καὶ γοητότερον. Ἐὰν δὲ ἡ δακρύουσα ᾖ καὶ καλὴ καὶ ὁ θεατὴς ἐραστής, οὐδ’ ὀφθαλμὸς ἀτρεμεῖ, ἀλλὰ τὸ δακρύον ἐμιμήσατο.
世间的泪水,本就能在旁观者心中引出极深的怜悯,而女人的眼泪尤为如此;愈是娇嫩欲滴,便愈显勾人魂魄。若是落泪的女子容颜绝美,而观看之人又恰是倾慕者,那么他的眼睛断难保持平静,反会去摹仿那垂泪的模样。
Ἐπειδὴ γὰρ εἰς τὰ ὄμματα τῶν καλῶν τὸ κάλλος κάθηται, ῥέον ἐκεῖθεν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων ἵσταται καὶ τῶν δακρύων τὴν πηγὴν συνεφέλκεται. Ὁ δὲ ἐραστὴς δεξάμενος ἄμφω τὸ μὲν κάλλος εἰς τὴν ψυχὴν ἥρπασε, τὸ δὲ δάκρυον εἰς τοὺς ὀφθαλμοὺς ἐτήρησεν, ὁραθῆναι δὲ εὔχεται, καὶ ἀποψήσασθαι δυνάμενος οὐκ ἐθέλει, ἀλλὰ τὸ δάκρυον, ὡς δύναται, κατέχει καὶ φοβεῖται μὴ πρὸ καιροῦ φύγῃ.
因为美正栖息在丽人的眼眸之中,从那里流淌而出,落入端详者的双眼,并将泪水的源泉一并引出。倾慕者承受了这两样事物,便将美貌攫取入灵魂之中,将泪水留存在双眼之内,暗自祈盼能被对方望见;他虽能揩去泪水,却不愿拭面,而是竭力将泪珠挽留,唯恐在恰当的时机到来之前它便悄然滑落。
Ὁ δὲ καὶ τῶν ὀφθαλμῶν τὴν κίνησιν ἐπέχει, μὴ πρὶν τὸν ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν·1 μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι καὶ φιλεῖ.
他甚至抑制住眼球的转动,唯恐泪水在被所爱之人看到之前过早坠下;因为他深信,这正是自己深爱对方的明证。
Τοιοῦτό τι τῷ Θερσάνδρῳ συμβεβήκει· ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη δακρύει.
瑟尔桑德罗斯身上发生的大抵便是如此情景;他落泪原是为了做戏,虽然按常理他也确实感受到了一丝人性的触动,但在琉喀珀面前更是为了虚饰装点,显得他流泪全是因为看到她也在落泪一般。
Λέγει οὖν πρὸς τὸν Σωσθένην προσκύψας “νῦν μὲν αὐτὴν θεράπευσον, ὁρᾷς γὰρ ὡς ἔχει λύπης·2 ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς μὴ ὀχληρὸς εἴην· ὅταν δ’ ἡμερώτερον διατεθῇ, τότε αὐτῇ διαλεχθήσομαι.
于是他俯身对索斯忒涅斯说道:“眼下你且好生照料她,你也瞧见她有多么伤心;因此我虽然极不情愿,还是先退避开去,免得惹她生厌;等她心绪平复和缓些,我再来与她叙话。
Σὺ δέ, ὦ γύναι, θάρρει· ταχὺ γὰρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι.” Εἶτα πρὸς τὸν Σωσθένην πάλιν ἐξιὼν “ὅπως εἴπῃς3 τὰ εἰκότα περὶ ἐμοῦ· ἕωθεν δὲ ἧκε πρός με κατορθώσας” ἔφη. Ἐπὶ τούτοις ἀπηλλάττετο.
至于你,妇人,莫要灰心;我很快就会医好你这些泪水。”接着,当他往外走时,又对索斯忒涅斯说道:“务必替我多多美言几句;明儿一早事情办妥了,便来向我复命。”言罢,他便离去了。
- 6.7.6μὴ πρὶν τὸν ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν
在 πρὶν 引导的“宾格加不定式”结构中,τὸν ἐρώμενον 充当不定式 ἰδεῖν 的逻辑主语(意为“在被爱之人看见[这滴泪]之前”)。此处被动分词名词化使用阳性单数形式,泛指与前句“爱恋者”(ὁ ἐραστής)相对的“被爱之人”。这与上文提到倾慕者“祈盼泪水被对方看见”(ὁραθῆναι δὲ εὔχεται)并以此作为爱之明证(μαρτυρία)的脉络紧密契合。
- 6.7.8ὡς ἔχει λύπης
副词 ὡς 与动词 ἔχω 及表示状态范围的“限定属格/关系属格”(λύπης)构成的惯用句型,相当于“她正处于何等深沉的悲痛之中”。
- 6.7.9ὅπως εἴπῃς
主句动词(如 ὅρα 等)省略后,由 ὅπως 搭配虚拟式构成的表示叮嘱或轻度命令的习惯表达(“务必说……”、“切记要说……”)。
