← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.4.1-6.4.4

索斯忒涅斯诱拐琉喀珀与瑟尔桑德罗斯的欲念

索斯忒涅斯获得瑟尔桑德罗斯的同意后,引开侍女将琉喀珀绑架至密室,并对她说这会为她带来荣华。瑟尔桑德罗斯听闻禀报后,被琉喀珀的美貌描述深深吸引,不顾夜深路远立刻准备动身前去寻她。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.1

Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα ἡ Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ’ ὁμιλίᾳ·1 δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς2 χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήν “ἥκω σοι φέρων σωρὸν ἀγαθῶν, ἀλλ’ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου.3

瑟尔桑德罗斯对此表示赞同,并命他照此办理。于是索斯忒涅斯急匆匆奔赴庄园,看到琉喀珀准备过夜的那间小屋后,他带了两个农工,命他们用计诓骗陪伴在琉喀珀身旁的侍女们,把她们叫到尽量远的地方去搭话拖住;随后他又叫来另外两人,一见琉喀珀独自一人,便冲了进去,捂住她的嘴,一把将她抓走,顺着侍女们走开的反方向离去,把她带进了一间秘密小屋。放下她后,他便对她说:“我是给你送天大的福分来的,只是当你享尽荣华富贵时,可别忘了我。

§6.4.3

Μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ ἐπὶ κακῷ τῷ σῷ γεγονέναι δόξῃς· αὕτη γὰρ τὸν δεσπότην τὸν ἐμὸν ἐραστήν σοι προξενεῖ.” Ἡ μὲν δὴ τῷ παραλόγῳ τῆς συμφορᾶς ἐκπλαγεῖσα ἐσιώπησεν, ὁ δὲ ἐπὶ τὸν Θέρσανδρον ἔρχεται καὶ λέγει τὰ πεπραγμένα· ἔτυχε δὲ ὁ Θέρσανδρος ἐπανιὼν εἰς τὴν οἰκίαν.

千万别害怕这次绑架,也别以为这是为了害你;因为这可是为你招来我的主人作为你的爱郎啊。”琉喀珀被这荒谬绝伦的灾祸吓得目瞪口呆,一言不发;而他则去找瑟尔桑德罗斯,禀告了一切经过。瑟尔桑德罗斯恰巧正折返回宅邸。

§6.4.4

Τοῦ δὲ Σωσθένους αὐτῷ μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν εἰρημένων ὡσεὶ κάλλους φαντάσματος, φύσει καλοῦ, παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ τεττάρων σταδίων ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπ’ αὐτὴν χωρεῖν ἔμελλεν.

当索斯忒涅斯向他禀报了关于琉喀珀的事,并将她的美貌吹嘘得如同戏剧般令人神魂颠倒时,瑟尔桑德罗斯因这番言辞而仿佛充满了本性美好的美之幻影;尽管当时正值彻夜节庆,且到庄园还有四斯塔德的路程,他仍命索斯忒涅斯领路,打算径直朝她那里赶去。

语法注3 条
  1. 6.4.1διατρίβειν ἔχοντας ἐφ’ ὁμιλίᾳ

    分词 ἔχοντας 与作为不定式逻辑主语的宾格(两名工仆)一致,与 διατρίβειν(拖延、消磨时间)配合,表示“拉住她们谈话以拖延时间”。介词短语 ἐφ’ ὁμιλίᾳ 表示方式或目的(“在攀谈中/以闲聊”)。

  2. 6.4.2κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς

    θάτερα 为 τὰ ἕτερα 的缩合式(crasis)。介词 κατά 支配中性复数宾格 θάτερα,并带属格 τῆς ... ἐκτροπῆς,表示移动方向:“沿着侍女们被引开方向的相反方向”。

  3. 6.4.2ἀλλ’ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου

    此处为省略主句动词(如 ὅρα 或 σκόπει)而由 ὅπως 引导虚拟式构成的独立句式,表示强烈的叮嘱或警告(“切记要……/可别……”),否定词用 μή。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.4.1-6.4.4