- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.3.1-6.3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕西翁依计避走,而瑟尔桑德罗斯未在外留宿意外折返;庄园管事索斯忒涅斯为报复梅里忒,不仅告发了克莱托丰,还用琉喀珀的绝世美貌引诱主人。
Καὶ ὁ μὲν οὕτως ἔπραξεν· ἐμοὶ δὲ ἡ συνήθης τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ’ ἐμοῦ δρᾶμα καινόν· ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν.
他便依计而行;然而我那惯常的厄运再次向我袭来,为我编排了一出新戏剧,因为它把刚刚折返的瑟尔桑德罗斯引到了我跟前。原来,他在前去拜访的朋友劝说下打消了夜宿在外的念头,用过晚膳后便又折返回宅邸。
Ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία, καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ δι’ ὅλης νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. Κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι δεινόν· ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον.1
当时正值阿耳忒弥斯的神圣节期,到处都是醉汉,以至于整整一夜都有人群挤满了整个集市。我本以为这已是唯一的难处;殊不知,另一个更严峻的祸患已暗中为我设下。
Ὁ γὰρ Σωσθένης ὁ τὴν Λευκίππην ὠνησάμενος, ὃν ἡ Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι.
原来,买下琉喀珀的索斯忒涅斯——此前梅里忒曾命他交出庄园管辖之职——获悉主人归来,便不再交出庄园,一心想要报复梅里忒。
Καὶ πρῶτον μὲν φθάσας καταμηνύει2 μου πρὸς τὸν Θέρσανδρον· ὁ γὰρ διαβαλὼν αὐτὸς ἦν· ἔπειτα καὶ περὶ Λευκίππης λέγει τι πάνυ πιθανῶς πλασάμενος. Ἐπεὶ γὰρ αὐτὸς αὐτῆς ἀπεγνώκει τυχεῖν, μαστροπεύει πρὸς τὸν δεσπότην, ὡς ἂν αὐτὸν τῆς Μελίτης ἀπαγάγοι, “κόρην ἐωνησάμην, ὦ δέσποτα, χρῆμά τι κάλλους ἄπιστον. Οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών.3 Ταύτην ἐφύλαττόν σοι· καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, διόπερ ἤθελον· ἀλλ’ οὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν ἐπ’ αὐτοφώρῳ καταλάβοις, καὶ μή σου καταγελῴη μοιχὸς ἄτιμος καὶ ξένος.
他首先抢先一步向瑟尔桑德罗斯告发了我——搬弄是非、进谗言的正是此人;随后他又极具说服力地编造了一番关于琉喀珀的话。因为他自知已无望将她占为己有,便做起拉皮条的勾当向主人献媚,以便将他从梅里忒身边引开:“老爷,我买下了一个少女,简直是不可思议的绝色尤物。单是听我描述,您就会如同亲眼目睹一般深信不疑。我一直为您留着她;因为我曾听说您还活着,我也深信不疑,这正是我所期盼的;但我此前并未声张,好让您能将女主人当场抓个现行,不至于让一个卑鄙下贱的外邦奸夫嘲弄于您。
Ἀφῄρηται δὲ ταύτην χθὲς ἡ δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν· ἡ τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. Ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ’ ὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. Πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο.”
然而女主人昨日强夺了她,正打算将她送走;但命运为您保全了她,让您能得享如此殊色。她如今就在庄园里,不知怎的竟被女主人打发到了那里。因此,在她再次折返之前,若是您愿意,我便将她锁起来为您看守,好让她彻底归您所有。”
- 6.3.2ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον
过去完成时动词 ἐλελήθει 与主格主语 ἄλλο χαλεπώτερον 及其补充分词 τεχθέν 构成人称构式,字面义为“为我(μοι)酿成的另一件更为棘手之事,在不知不觉中已经发生”。
- 6.3.4φθάσας καταμηνύει
不定过去时分词 φθάσας 与主陈述动词 καταμηνύει 连用,构成表示抢先一步或先发制人的惯用构式,意为“抢先告发”、“先行告发”。
- 6.3.5Οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών
不带 ἄν 的希求法 πιστεύσειας 表潜在推测(“您听了就会相信”),这是后古典希腊语散文中常见的语法现象。此处分词 ἀκούων 与 ὡς ἰδών 形成“听其言”与“见其人”的对比。
