← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.22.1-6.22.4

留基伯对瑟尔桑德罗斯的斥责与自由宣言

留基伯斥责瑟尔桑德罗斯等人比先前的海盗更为凶残,并自豪地宣告自己的自由精神绝不会屈服于酷刑与暴力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.22.1

Καὶ ἡ Λευκίππη εἶπεν “εἰ παρθένος καὶ μετὰ Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους·1 οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής· ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι, καὶ οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής· εἰ δὲ ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον. Εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες ἃ μὴ τετολμήκασιν οἱ λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς2 πλεῖον διὰ ταύτης σου τῆς ἀναισχυντίας· καί τις ἐρεῖ, ἂν νῦν μαινόμενος φονεύσῃς, “Λευκίππη παρθένος μετὰ βουκόλους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος καὶ μετὰ Σωσθένην.” Ἀλλὰ μέτρια ταῦτα·

留基伯说:“我即使在索斯泰内斯之后是否仍是处女,去问索斯泰内斯吧;因为这个人的确成了我的强盗。那些海盗尚且比你们更有节制,他们之中绝无一人这般蛮横;但如果你们做出这等事来,这里才真是强盗窝。做海盗们尚且不敢做的事,难道你们就不觉得可耻吗?你借着这般无耻行径,反倒不知不觉地给予了我更大的赞誉;假使你如今狂怒之下杀害了我,自会有人说:‘留基伯在牧民强盗之后仍是处女,在海里亚斯之后仍是处女,在索斯泰内斯之后仍是处女。’

§6.22.3

τὸ δὲ μεῖζον ἐγκώμιον, καὶ μετὰ Θέρσανδρον παρθένος, τὸν καὶ λῃστῶν ἀσελγέστερον·3 ἂν ὑβρίσαι μὴ δυνηθῇ, φονεύει. Ὁπλίζου τοίνυν, ἤδη λάμβανε κατ̓ ἐμοῦ τὰς μάστιγας, τὸν τροχόν, τὸ πῦρ, τὸν σίδηρον, συστρατευέσθω δέ σοι καὶ ὁ σύμβουλος Σωσθένης· ἐγὼ δὲ καὶ γυμνὴ καὶ μόνη καὶ γυνὴ ἓν ὅπλον ἔχω τὴν ἐλευθερίαν, ἣ μήτε πληγαῖς κατακόπτεται μήτε σιδήρῳ κατατέμνεται μήτε πυρὶ κατακάεται. Οὐκ ἀφήσω ποτὲ ταύτην ἐγώ· κἂν καταφλέγῃς, οὐχ οὕτως θερμὸν εὑρήσεις τὸ πῦρ.”

然而这些算不得什么; 更大的赞誉是,在瑟尔桑德罗斯之后仍是处女——他比海盗更加放肆淫虐,一旦无法污辱,便行谋杀。那么武装起来吧,现在就向我拿起皮鞭、刑车、烈火、铁刃吧,让你那出谋划策的索斯泰内斯也与你一同进剿吧;然而我纵然赤身裸体、孤身一人、身为女子,却拥有一件武器,那就是自由,它既不会被鞭打砸碎,也不会被铁刃切断,更不会被烈火焚毁。我绝不会舍弃它;即便你将我烧尽,你也会发现那火其实并不那么炽热。”

语法注3 条
  1. 6.22.1εἰ παρθένος καὶ μετὰ Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους

    由 εἰ 引导的从句并非条件从句(“如果……”),而是充当主句命令式动词 πυθοῦ(πυνθάνομαι 的第二不定过去时命令式)宾语的间接疑问从句(“是否……”),在语序上前置于主句动词。

  2. 6.22.2λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς

    动词 λανθάνω 搭配补充成分分词(διδοὺς)的习惯句式,意为“(主语)不知不觉地做某事”或“未察觉到自己在……”。此处指瑟尔桑德罗斯在无意中反而抬高了留基伯的名声与赞誉。

  3. 6.22.3τὸν καὶ λῃστῶν ἀσελγέστερον

    修饰前文人名 Θέρσανδρον 的同位语短语。比较级形容词 ἀσελγέστερον 后接比较属格 λῃστῶν,副词性 καί 起加强比较程度的作用(“甚至比海盗还要放肆”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.22.1-6.22.4