- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.1.1-7.1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
瑟尔桑德罗斯愤然离开琉西佩,企图买通牢房总管毒杀克利托丰未果,遂设计派爪牙假扮囚犯潜入囚室,散布琉西佩已被梅莉特谋杀的谣言。
Ταῦτ’ ἀκούσας ὁ Θέρσανδρος, παντοδαπὸς ἦν· ἤχθετο, ὠργίζετο, ἐβουλεύετο· ὠργίζετο μὲν ὡς ὑβρισμένος, ἤχθετο δὲ ὡς ἀποτυχών, ἐβουλεύετο δὲ ὡς ἐρῶν. Τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν.
听罢这番话,瑟尔桑德罗斯心绪万千:他悲痛、愤怒、谋划。他像受辱之人般愤怒,像受挫之人般悲痛,又像热恋之人般谋划。他的灵魂就这样备受撕扯,对琉西佩一言不发便冲了出去。
Ὀργῇ μὲν δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν διάκρισιν τῆς τρικυμίας, βουλευόμενος ἅμα τῷ Σωσθένει, πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος διαφθαρῆναί με φαρμάκῳ.
他表面上虽是负气奔出,实则给心灵留出余暇来审度这一波三折的风暴。他一边与索斯忒涅斯商议,一边找上牢房总管,央求用毒药将我除掉。
Ὡς δ’ οὐκ ἔπειθεν ʽἐδεδίει γὰρ τὴν πόλιν· καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖν’1 δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ δι’ ἐκείνου μαθεῖν.
见说服不了总管——因为总管畏惧城邦政权,毕竟在他之前已有另一位官员因行此类投毒之事被捕获罪致死——他便提出第二个请求:往我恰好被羁押的囚室里关进一个人,伪装得如同囚犯一分子,谎称自己想借此人打探我的底细。
Ἐπείσθη καὶ ἐδέξατο τὸν ἄνθρωπον. Ἔμελλε δ’ ἐκεῖνος ὑπὸ τοῦ Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη τῆς Μελίτης συσκευασαμένης τὸν φόνον.
总管被说服了,收下了那个人。那人早已受了瑟尔桑德罗斯的指点,准备十分巧妙地挑起关于琉西佩的话题,声称她已被杀,而幕后策划这场谋杀的正是梅莉特。
Τὸ δὲ τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρεθέν, ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην κἂν τὴν δίκην φύγωμι, μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην.2 Προσέκειτο δὲ ἡ Μελίτη τῷ φόνῳ, ἵνα μὴ τετελευτηκέναι τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν ἐρῶσαν αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν,3 ἀλλὰ μισήσας ὡς τὸ εἰκὸς τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν μου τὴν ἐρωμένην ἀπαλλαγείην ἐκ τῆς πόλεως τὸ παράπαν.
瑟尔桑德罗斯设计这条诡计,是为了让我对心上人的生还彻底绝望,即便我能逃脱审判,也不会再去寻觅她的下落。而之所以把梅莉特也牵扯进这桩谋杀,则是为了防止我在认定琉西佩已死的情况下,迎娶深爱自己的梅莉特并留在此地,从而让他始终心存顾忌、无法无忧无虑地占有琉西佩;相反,他要让我理所当然地痛恨杀害心爱之人的梅莉特,进而彻底离开这座城邦。
- 7.1.3καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖν
由 καὶ γάρ 引导的宾格不定式结构(ἄλλον ἄρχοντα ... ἀποθανεῖν),与前句 ἐδεδίει γὰρ τὴν πόλιν 并列,用以交代狱吏心生畏惧的具体前例。虽可在心中补出诸如“知晓”或“听闻”之类的支配动词将其视作间接引语,但此处系直接在原因分句中借由宾格不定式陈述这一历史事实。
- 7.1.5ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην κἂν τὴν δίκην φύγωμι, μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην
由 ὡς ἄν 引出、支配希求法动词 τραποίμην 的目的从句。其中插入的让步从句 κἂν τὴν δίκην φύγωμι(κἄν 即 καὶ ἄν 搭配虚拟法)与分词 ἀπογνούς 均修饰 τραποίμην。在后古典期及帝国时期的希腊语散文中,ὡς ἄν 搭配希求法表示目的属于常见用法。
- 7.1.6τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν
带定冠词属格的不定式(τοῦ ... ἔχειν),作名词 φόβον 的同位说明性属格或宾格性属格,解释瑟尔桑德罗斯所惧怕的内容(即无法安稳占有琉西佩)。
