- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.21.1-6.21.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
留基伯挑衅地让瑟尔桑德罗斯依索斯泰内斯的建议施加酷刑,坚称自己绝不屈服,并斥责他在处女神阿耳忒弥斯的城邦中强暴处女。瑟尔桑德罗斯则大加嘲弄,断定她在与众多海盗相处后绝不可能仍是处女。
“Πείσθητι τῷ Σωσθένει” φησὶν ἡ Λευκίππη· “συμβουλεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. Φερέτω1 τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. Φερέτω καὶ μάστιγας· ἰδοὺ νῶτον, τυπτέτω. Κομιζέτω πῦρ· ἰδοὺ σῶμα, καέτω. Φερέτω καὶ σίδηρον· ἰδοὺ δέρη, σφαζέτω. Ἀγῶνα θεάσασθε καινόν· πρὸς πάσας τὰς βασάνους ἀγωνίζεται μία γυνὴ καὶ πάντα νικᾷ. Εἶτα Κλειτοφῶντα μοιχὸν καλεῖς, αὐτὸς μοιχὸς ὤν; οὐδὲ τὴν Ἄρτεμιν, εἰπέ μοι, τὴν σὴν φοβῇ, ἀλλὰ βιάζῃ παρθένον ἐν πόλει παρθένου; Δέσποινα, ποῦ σοι τὰ τόξα;” “Παρθένος;” εἶπεν ὁ Θέρσανδρος· “ὢ τόλμης καὶ γέλωτος.2 Παρθένος τοσούτοις συννυκτερεύσασα3 πειραταῖς; εὐνοῦχοί σοι γεγόνασιν οἱ λῃσταί; φιλοσόφων ἦν τὸ πειρατήριον; οὐδεὶς ἐν αὐτοῖς εἶχεν ὀφθαλμούς;”
“听从索斯泰内斯的话吧,”留基佩说,“因为他的建议甚好;把刑具呈上来吧。叫人拿刑车来;看,这是双手,尽管拉扯吧。再叫人拿皮鞭来;看,这是脊背,尽管抽打吧。让人取火来;看,这是躯体,尽管焚烧吧。再让人拿铁刃来;看,这是咽喉,尽管割断吧。看这一场前所未有的竞技吧:一个女人只身与一切酷刑抗争,并战胜所有刑罚。况且,你自己就是个奸夫,竟然反呼克利托丰为奸夫?告诉我,难道你连你自己的阿耳忒弥斯都不惧怕,反倒要在处女神的城邦里强暴一个处女?我的女主人,你的弓箭何在?” “处女?”瑟尔桑德罗斯说,“多么无耻,多么荒唐!同那么多海盗共度良宵之后还是处女?那些强盗在你面前都成了阉人不成?难道那伙海盗是一帮哲学家?他们之中难道没有一个人长着眼睛吗?”
- 6.21.1Φερέτω
第三人称单数现在时祈使语气,指代非特定的执行者(仆役或侍从),意为“叫人拿来……”。其后呼应的 τεινέτω、τυπτέτω、καέτω、σφαζέτω 均为此种用法。
- 6.21.3ὢ τόλμης καὶ γέλωτος
叹词 ὢ 后接的“感叹属格”(genitive of exclamation),用属格表示引发惊愕、愤怒或讥讽情绪的对象,意为“何等放肆,何其荒谬!”。
- 6.21.3συννυκτερεύσασα
主格阴性单数不定过去时分词,修饰前置名词 Παρθένος,在逻辑上具有让步含义(“尽管与……共度了夜晚”)。
