← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.20.1-6.20.4

瑟尔桑德罗斯的威胁与留基伯的抗拒

瑟尔桑德罗斯因未能如愿而大怒,掌掴留基伯并以主人的威权相威胁;留基伯坚决不屈,并提及此前索斯泰内斯的虐待,索斯泰内斯遂力劝主人对其严刑拷打。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.20.1

Ὁ Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας δὲ ὧν ἤλπισεν1 ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει δὴ κατὰ κόρρης αὐτὴν “ὦ κακόδαιμον ἀνδράποδον” λέγων “καὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου κατήκουσα.

因此,瑟尔桑德罗斯起初指望在爱情上如愿以偿,完全成了留基伯的奴隶;但既然所期望的落了空,他便彻底放任了愤怒。他扇了她一记耳光,说道:“你这个该死的奴隶,真是个色迷心窍的家伙!因为你说的一切我都听到了。

§6.20.2

Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην,2 ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; Ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ· καὶ γὰρ μοιχὸν φιλεῖς.

我同你说话,你不知满足,也不认为亲吻你的主人是莫大的幸运,反而故作姿态,摆出狂妄发疯的样子?依我看,你甚至早就做过娼妓了;毕竟你爱着一个奸夫。

§6.20.3

Ἀλλ’ ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου.” Καὶ ἡ Λευκίππη “κἂν τυραννεῖν ἐθέλῃς κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ·”3 καὶ πρὸς τὸν Σωσθένην ἰσοῦσα “μαρτύρησον” εἶπεν αὐτῷ “πῶς πρὸς τὰς αἰκίας ἔχω· σὺ γάρ με καὶ μᾶλλον ἠδίκησας.” Καὶ ὁ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένος “ταύτην” εἶπεν “ὦ δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθῃ δεσπότου μὴ καταφρονεῖν.”

既然你不肯体验我作为情人的滋味,那就去领教主人的手段吧!”留基伯说道:“即便你想施展暴政,而我遭受暴虐,你也绝无法强迫我屈服。”她转向索斯泰内斯对他说道:“作证吧,看我如何承受严刑拷打;因为你对我的伤害还要更甚。”索斯泰内斯因罪行仿佛被揭穿而羞愧难当,便说道:“主人,应当用皮鞭将她抽得皮开肉绽,让她遭受无数酷刑,好叫她学会不可藐视主人。”

语法注3 条
  1. 6.20.1ἀτυχήσας δὲ ὧν ἤλπισεν

    关系代词 ὧν 是由于省略的先行词 τούτων 而产生的吸引性格(即 τούτων ἃ ἤλπισεν)。动词 ἀτυχέω(未能获得、失落)要求支配属格,因而关系代词被吸引至先行词应有的属格。

  2. 6.20.2Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην

    句首的否定词 οὐκ 贯穿了由 καὶ 连接的后半句(καὶ... δοκεῖς),构成并列的反问句:“你既不知足于……,也不把……视为莫大的幸运吗?”

  3. 6.20.3πλὴν οὐ βιάσῃ

    βιάσῃ 是 βιάζω/βιάζομαι 的中动语态将来时第二人称单数,在此具有及物意义(“你绝无法以强力逼迫/征服我”),而非被动语态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.20.1-6.20.4