- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.19.1-6.19.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对琉喀佩的拒绝,瑟尔桑德罗斯内心在爱欲与愤怒之间激烈挣扎,文中详细剖析了这两种激情的相互消长与转化。
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος οὐκ εἶχεν ὅστις γένηται·1 καὶ γὰρ ἤρα καὶ ὠργίζετο. Θυμὸς δὲ καὶ ἔρως δύο λαμπάδες. Ἔχει γὰρ καὶ ὁ θυμὸς ἄλλο πῦρ, καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν ὅμοιον.
听了这番话,瑟尔桑德罗斯不知所措;因为他既充满爱意,又怒不可遏。愤怒与爱欲是两支火把。愤怒也拥有另一种火焰,两者在性质上截然相反,但在剧烈程度上却别无二致。
Ὁ μὲν γὰρ παροξύνει μισεῖν, ὁ δὲ ἀναγκάζει φιλεῖν· καὶ ἀλλήλων πάροικος ἡ τοῦ πυρός ἐστι πηγή. Ὁ μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, ὁ δὲ τῇ καρδίᾳ περιμαίνεται.2
前者驱使人去恨,后者强迫人去爱;而且两者的火源互为邻舍。因为一个居于肝脏,另一个在心脏周围狂暴不已。
Ὅταν οὖν ἄμφω τὸν ἄνθρωπον καταλάβωσι, γίνεται μὲν αὐτοῖς ἡ ψυχὴ τρυτάνη, τὸ δὲ πῦρ ἑκατέρου ταλαντεύεται. Μάχονται δὲ ἄμφω περὶ τῆς ῥοπῆς· καὶ τὰ πολλὰ μὲν ὁ ἔρως εἴωθε νικᾶν, ὅταν εἰς τὴν ἐπιθυμίαν εὐτυχῇ· ἢν δὲ αὐτὸν ἀτιμάσῃ τὸ ἐρώμενον, αὐτὸς τὸν θυμὸν εἰς συμμαχίαν καλεῖ.
因此,当二者同时攫住一个人时,灵魂便成了他们的天秤,双方的火势在其中权衡。两者争夺天秤的倾斜;在大多数情况下,只要爱欲在欲望上得偿所愿,便往往会胜出;但如果所爱之人轻蔑它,爱欲本身就会召来愤怒作为盟友。
Κἀκεῖνος ὡς γείτων πείθεται, καὶ ἀνάπτουσιν ἄμφω τὸ πῦρ. Ἂν δὲ ἅπαξ ὁ θυμὸς τὸν ἔρωτα παρ’ αὑτῷ λάβῃ καὶ τῆς οἰκείας ἕδρας ἐκπεσόντα κατάσχῃ, φύσει ὢν ἄσπονδος οὐχ ὡς φίλῳ πρὸς τὴν ἐπιθυμίαν συμμαχεῖ, ἀλλ’ ὡς δοῦλον τῆς ἐπιθυμίας πεδήσας κρατεῖ, οὐκ ἐπιτρέπει δὲ αὐτῷ σπείσασθαι πρὸς τὸ ἐρώμενον, κἂν θέλῃ.
愤怒作为邻人应召而来,双方都点燃了烈火。然而,愤怒一旦将爱欲收于自己掌控之下,并将跌落出本位的情欲扣押,它天性不肯媾和,便不再如朋友般为了欲望而结盟,而是将〔它〕当作欲望的奴隶捆绑起来加以统治,即便爱欲愿意,也不允许它与所爱之人媾和。
Ὁ δὲ τῷ θυμῷ βεβαπτισμένος καταδύεται,3 καὶ εἰς τὴν ἰδίαν ἀρχὴν ἐκπηδῆσαι θέλων οὐκέτι ἐστὶν ἐλεύθερος, ἀλλὰ μισεῖν ἀναγκάζεται τὸ φιλούμενον. Ὅταν δὲ ὁ θυμὸς καχλάζων γεμισθῇ, καὶ τῆς ἐξουσίας ἐμφορηθεὶς ὑπερβλύσῃ, κάμνει μὲν ἐκ τοῦ κόρου, καμὼν δὲ παρίεται, καὶ ὁ ἔρως ἀμύνεται καὶ ὁπλίζει τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν ἤδη καθεύδοντα νικᾷ.
爱欲被愤怒淹没而下沉,虽想跃回属于自己的权位,却已不再自由,反而被迫去恨所爱之人。但是,当沸腾的愤怒被填满,尽享放肆而溢出时,便因过饱而疲倦,既已疲倦便松懈下来,此时爱欲奋起反击,武装起欲望,战胜了那已然昏睡的愤怒。
Ὁρῶν δὲ τὰς ὕβρεις, ἃς κατὰ τῶν φιλτάτων ἐπαρῴνησεν, ἀλγεῖ καὶ πρὸς τὸ ἐρώμενον ἀπολογεῖται, καὶ εἰς ὁμιλίαν παρακαλεῖ, καὶ τὸν θυμὸν ἐπαγγέλλεται καταμαλάττειν ἡδονῇ.
当爱欲看到自己酒醉般对最心爱之人所施加的种种暴行时,深感痛苦,向所爱之人道歉,恳求亲近,并承诺以欢愉来抚平愤怒。
Τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται· ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται. Ὁ δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ· ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός.
因此,若是如愿以偿,他便变得温和宽厚;但若遭到轻蔑,便又重新沉沦于愤怒之中。而沉睡的愤怒便被唤醒,重蹈覆辙;因为当爱欲受辱时,愤怒便是它的盟友。
- 6.19.1οὐκ εἶχεν ὅστις γένηται
ἔχω 后接带疑问代词的审议性拟态(虚拟式 ὅστις γένηται)的惯用表达,意为“不知自己该成为什么样的人”,即“不知所措”。
- 6.19.2Ὁ μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, ὁ δὲ τῇ καρδίᾳ περιμαίνεται
不同于柏拉图《蒂迈欧篇》等将血气/愤怒置于心脏、欲望置于肝脏的传统,此处沿用前一句的顺序:ὁ μὲν 指愤怒(θυμός,居于分泌胆汁 χολή 的肝脏 ἧπαρ),ὁ δὲ 指爱欲(ἔρως,在心脏 καρδία 周围狂暴不已)。
- 6.19.5τῷ θυμῷ βεβαπτισμένος καταδύεται
结合了 βαπτίζω(浸没、淹没)的完成时被动分词与 καταδύομαι(下潜、沉没)的水中隐喻。τῷ θυμῷ 为手段或原因与格,生动地描绘了爱欲被愤怒的滔天浊流彻底淹没并剥夺自主权的情态。
