← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.18.1-6.18.6

瑟尔桑德罗斯的施暴与琉喀佩的抗拒

瑟尔桑德罗斯精心修饰后走进琉喀佩的房间,欲图强吻施暴,却遭到琉喀佩的极力抵抗;停手后,琉喀佩厉声斥责,声明除非他化身克雷托丰,否则休想得逞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.18.1

Διαλιπὼν οὖν ὀλίγον ἐφ’ οἷς πρὸς ἑαυτὴν ἐλάλησεν ἡ Λευκίππη,1 ὡς μὴ δοκοίη τι κατακοῦσαι τῶν ὑπ’ αὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας ἑαυτὸν εἰς τὸ ἐπαγωγότερον πρὸς θέαν, ὡς ᾤετο. Ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν, καὶ ἔδοξεν αὐτῷ τότε καλλίων γεγονέναι. Θρέψας γὰρ ὅλης τῆς νυκτὸς τὸ πῦρ, ὅσον χρόνον ἀπελείφθη τῆς κόρης, ἀνεζωπύρησεν ἐξαίφνης ὕλην λαβὼν εἰς τὴν φλόγα τὴν θέαν, καὶ μικροῦ μὲν προσπεσὼν περιεχύθη τῇ κόρῃ.2 Καρτερήσας δ’ οὖν καὶ παρακαθίσας διελέγετο ἄλλοτε ἄλλα ῥήματα συνάπτων οὐκ ἔχοντα νοῦν.

在琉喀佩自言自语之后,瑟尔桑德罗斯稍作停顿,以免显得偷听了她所说的话,他便按照自认为最能引人注目的方式整饬了容貌,走了进去。一见到琉喀佩,他的灵魂便烈火中烧,在他眼中,她那时似乎变得更加动人了。因为在与那姑娘分别的整个夜里,他都在助长这股火焰,此刻他得到了她的容貌作为火上之薪,刹那间复燃起来,几乎就要扑上前去搂住那姑娘。但他还是克制住了,坐在她身旁,有一搭没一搭地东拉西扯,净是些毫无条理的言语。

§6.18.3

Τοιοῦτοι γὰρ οἱ ἐρῶντες, ὅταν πρὸς τὰς ἐρωμένας ζητήσωσι λαλεῖν. Οὐ γὰρ ἐπιστήσαντες τὸν λογισμὸν τοῖς λόγοις, ἀλλὰ τὴν ψυχὴν εἰς τὸ ἐρώμενον ἔχοντες τῇ γλώττῃ μόνον χωρὶς ἡνιόχου τοῦ λογισμοῦ λαλοῦσιν.

恋爱中的人们在试图向所爱之人表白时,大抵都是如此。因为他们并不将理性寄托于言语之中,而是将灵魂系于所爱之人身上,仅凭没有理性充当御者的舌头来说话。

§6.18.4

Ἅμα οὖν συνδιαλεγόμενος καὶ ἐπιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ περιέβαλεν, ὡς μέλλων φιλήσειν· ἡ δὲ προϊδοῦσα τῆς χειρὸς τὴν ὁδὸν νεύει κάτω καὶ εἰς τὸν κόλπον κατεδύετο.

于是,他一边搭讪,一边伸出手搂住她的脖子,企图亲吻她;但她看穿了那只手的来路,低头将脸埋进胸前。

§6.18.5

Ὁ δὲ οὐδὲν ἧττον περιβαλὼν ἀνέλκειν τὸ πρόσωπον ἐβιάζετο· ἡ δὲ ἀντικατεδύετο καὶ ἀπεκρούετο τὰ φιλήματα. Ὡς δὲ χρόνος ἐγίνετο τῇ τῆς χειρὸς πάλῃ, φιλονεικία λαμβάνει τὸν Θέρσανδρον ἐρωτική, καὶ τὴν μὲν λαιὰν ὑποβαλὼν τῷ προσώπῳ κάτω, τῇ δὲ δεξιᾷ τῆς κόμης λαβόμενος τῇ μὲν εἷλκεν εἰς τοὐπίσω, τῇ δὲ τὸν ἀνθερεῶνα ὑπερείδων ἀνεώθει.

他却依然搂着她,强行要把她的脸抬起来;她则拼力向下缩,挡开他的亲吻。随着这双手的缠斗持续了片刻,一股情欲的好胜心抓住了瑟尔桑德罗斯,他把左手伸到她脸庞下方,右手抓住她的头发,一边向后猛扯,另一边托住她的下巴向上推。

§6.18.6

Ὡς δέ ποτε ἐπαύσατο τῆς βίας ἢ τυχὼν ἢ μὴ τυχὼν ἢ καμών, λέγει πρὸς αὐτὸν ἡ Λευκίππη “οὔτε ὡς ἐλεύθερος ποιεῖς οὔτε ὡς εὐγενής· καὶ σὺ μιμῇ Σωσθένην· ἄξιος ὁ δοῦλος τοῦ δεσπότου. Ἀλλὰ ἀπέχου τοῦ λοιποῦ, μηδὲ ἐλπίσῃς τυχεῖν, πλὴν εἰ μὴ γένῃ3 Κλειτοφῶν.”

当他最终停止施暴时——无论是得手了、没得手,还是筋疲力尽了——琉喀佩对他说:“你的所作所为既不像个自由人,也不像个出身高贵的人;你也在学索斯忒涅斯,真是有其奴必有其主!从今往后你给我住手,也休想得逞,除非你能变成克雷托丰。”

语法注3 条
  1. 6.18.1ἐφ’ οἷς πρὸς ἑαυτὴν ἐλάλησεν ἡ Λευκίππη

    ἐφ' οἷς 由介词 ἐπί 与关系代词 οἷς(先行词 τούτοις 被吸收)构成,在此作时间性的接续表达(相当于 ἐπὶ τούτοις ἅ),意为“在她向自己说了这些话之后”。

  2. 6.18.2μικροῦ μὲν προσπεσὼν περιεχύθη τῇ κόρῃ

    属格短语 μικροῦ(省略了 δεῖν)后接直陈式不定过去时 περιεχύθη,属于表示“差一点就……”或“险些……”的惯用句式。

  3. 6.18.6πλὴν εἰ μὴ γένῃ

    表示例外的副词 πλήν 与条件否定词组 εἰ μή 重叠构成的冗赘惯用表达,意为“除非……”或“若非……”,后接虚拟式 γένῃ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.18.1-6.18.6