- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.17.1-6.17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
瑟尔桑德罗斯偷听到琉喀佩的独白后,嫉妒地感叹克雷托丰同时博得两名女子的芳心;索斯忒涅斯则劝他不必气馁,主张新爱定能抹去旧情,敦促他亲自前去占有她。
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος μικρὸν ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένην “ἤκουσας ἀπίστων ῥημάτων γεμόντων ἔρωτος, ὅσα εἶπεν, ὅσα ὠδύρατο, οἷα ἑαυτὴν κατεμέμψατο; ὁ μοιχός μου κρατεῖ πανταχοῦ· δοκῶ, ὁ λῃστὴς καὶ φαρμακεύς ἐστι. Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ.
瑟尔桑德罗斯听了这些话,稍稍退后,对索斯忒涅斯说:“你听到了那些充满情爱的难以置信之辞了吗?她说了多少话,发了多少悲叹,又怎样责怪自己!那夺我妻的奸夫处处得势;我看,这强盗还是个巫师。梅里忒爱他,琉喀佩也爱他。
Ὄφελον, ὦ Ζεῦ, γενέσθαι Κλειτοφῶν.”1 “Ἀλλ’ οὐ μαλακιστέον” ὁ Σωσθένης ἔφη “δέσποτα, πρὸς τὸ ἔργον, ἀλλ’ ἐπὶ τὴν κόρην ἰτέον2 αὐτήν.
宙斯啊,但愿我能成为克雷托丰!”索斯忒涅斯说:“主人,面对这件事可不能软弱,而应当亲自去找那姑娘。
Καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ καταράτου τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ κεκοινώνηκεν ἑτέρῳ, πάσχει τὴν ψυχὴν ὑπ’ αὐτοῦ· ἂν δ’ ἅπαξ εἰς ταὐτὸν ἔλθῃς3 “πολλῷ διαφέρεις ἐκείνου εἰς εὐμορφίαν”, ἐπιλήσεται τέλεον αὐτοῦ.
因为即便她如今深爱着那个该死的奸夫,也只是在她唯独了解他、尚未与他人结合的时候,她的灵魂才受他的摆布;但只要你与她同床一度——就美貌而言你远胜于他——她就会彻底将他抛在脑后。
Παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως· γυνὴ δὲ καὶ μάλιστα τὸ παρὸν φιλεῖ, τοῦ δ’ ἀπόντος, ἕως καινὸν οὐχ εὗρε, μνημονεύει· προσλαβοῦσα δὲ ἕτερον, τὸν πρότερον τῆς ψυχῆς ἀπήλειψε.”
因为新的爱情会令旧爱凋零;女人尤爱眼前之物,对于不在眼前的,也只记挂到她找到新欢为止;一旦得到了另一个男子,她便将前人从心底抹去了。”
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος ἠγέρθη· λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος· τὸ γὰρ ἐπιθυμοῦν σύμμαχον ὃ θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα.4
瑟尔桑德罗斯听了这话,精神大振;因为关于获得爱情的希望之辞极易使人信服;渴望的心一旦得到了自己所期望之物的支持,便会激发起希望。
- 6.17.2Ὄφελον, ὦ Ζεῦ, γενέσθαι Κλειτοφῶν.
ὄφελον 搭配不定式表示对现状无法实现的愿望。不定式 γενέσθαι 的逻辑主语是说话者本人(瑟尔桑德罗斯),因此表语名词 Κλειτοφῶν 采用主格与省略的主语一致。
- 6.17.2οὐ μαλακιστέον ... ἰτέον
以 -τέον 结尾的动词性形容词中性单数形式构成非人称结构,表示义务或必然(“不应当……”、“应当……”)。前面的 μαλακιστέον 与介词短语 πρὸς τὸ ἔργον 连用,后面的 ἰτέον 则带表示方向的介词短语 ἐπὶ τὴν κόρην。
- 6.17.3εἰς ταὐτὸν ἔλθῃς
字面意为“来到同一处”,在此为委婉语,意指“性结合”或“同房”。插入句 πολλῷ διαφέρεις ἐκείνου εἰς εὐμορφίαν(“在美貌方面你远胜过他”)是作为保证此举必定奏效的理由而插在条件句之中的。
- 6.17.5τὸ γὰρ ἐπιθυμοῦν σύμμαχον ὃ θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα.
中性定冠词分词 τὸ ἐπιθυμοῦν(渴望的部分/渴望的心)是全句主语,主要动词为 ἐγείρει,宾语为 τὴν ἐλπίδα。主格不定过去时分词 λαβόν 修饰主语,并带双宾格结构:关系代词分句 ὃ θέλει(它所期望之物)为直接宾语,名词 σύμμαχον(作为盟友)作宾语补足语(述语宾格)。
