← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.9.1-5.9.3

克利尼亚斯讲述遇难与获救经过

克利尼亚斯讲述了海难发生时自己如何从帆桁被抛入海中,以及在力竭濒死之际被一艘驶往西顿的船只救起的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9.1

“Εὐθὺς μὲν γὰρ” ἔφη “ῥαγείσης τῆς νεὼς ἐπὶ τὸ κέρας ᾖξα, καὶ ἄκρου λαβόμενος μόλις, ἀνδρῶν ἤδη πεπληρωμένου,1 περιβαλὼν τὰς χεῖρας ἐπεχείρουν ἔχεσθαι παρακρεμάμενος. Ὀλίγον δὲ ἡμῶν ἐμπελαγισάντων, κῦμα μέγιστον ἆραν τὸ ξύλον προσρήγνυσιν ὄρθιον ὑφάλῳ πέτρᾳ κατὰ θάτερον, οὗ ἐγὼ ἔτυχον κρεμάμενος.

“因为,”他说道,“船体碎裂的瞬间,我便扑向帆桁;尽管上面早已挤满了人,我还是勉强抓住了它的一端,用双臂环抱住,吊挂在上面极力坚持。当我们向外海漂出不远时,一道滔天巨浪将木梁高高掀起,使其直立着砸向一块暗礁,所撞击的正是那一端——我恰好吊在那里的那一端。

§5.9.2

Τὸ δὲ προσαραχθὲν βίᾳ πάλιν εἰς τοὐπίσω δίκην μηχανῆς ἀπεκρούετο καί με ὥσπερ ἀπὸ σφενδόνης ἐξερρίπτησε. Τοὐντεῦθεν δὲ ἐνηχόμην τὸ ἐπίλοιπον τῆς ἡμέρας, οὐκέτι ἔχων ἐλπίδα σωτηρίας.

木梁受到剧烈撞击后,犹如攻城器械一般猛烈地向后反弹,将我像从弹弓中射出一般抛了出去。自此之后,我在这天的余下时间里不停地游着,已不再抱有生还的希望。

§5.9.3

Ἤδη δὲ καμὼν καὶ ἀφεὶς ἐμαυτὸν τῇ τύχῃ ναῦν ὁρῶ κατὰ πρόσωπον φερομένην, καὶ τὰς χεῖρας ἀνασχών, ὃν ἠδυνάμην τρόπον, ἱκετηρίαν ἐθέμην τοῖς νεύμασιν.2 Οἱ δὲ εἴτε ἐλεήσαντες, εἴτε καὶ τὸ πνεῦμα αὐτοὺς κατήγαγεν, ἔρχονται κατ’ ἐμέ, καί τις τῶν ναυτῶν πέμπει μοι κάλων ἅμα τῆς νεὼς παραθεούσης· κἀγὼ μὲν ἐλαβόμην, οἱ δὲ ἐφείλκυσάν με ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν. Ἔπλει δὲ τὸ πλοῖον εἰς Σιδῶνα· καί μέ τινες γνωρίσαντες ἐθεράπευσαν.”

就在我筋疲力尽、听天由命之际,我看到一艘船正迎面驶来;我尽己所能地高举双手,用手势表达乞求拯救之意。船上的人不知是出于怜悯,还是风势将他们吹向了这边,他们朝着我驶来;就在船只掠过我身旁之际,一名水手朝我抛下一根缆绳。我一把抓住,他们便将我从死亡的鬼门关前拉了上来。那艘船正驶往西顿;有几个人认出了我,便悉心照料我。”

语法注2 条
  1. 5.9.1ἀνδρῶν ἤδη πεπληρωμένου

    中性属格分词 πεπληρωμένου 与前面的名词 ἄκρου(帆桁的末端)在性、数、格上一致,ἀνδρῶν 则是依附于表示“充满”之动词的分词的充盈属格。虽然在语意上也可视为独立属格结构(“当该处已经挤满了人时”),但在句法上直接修饰 ἄκρου 最为自然。

  2. 5.9.3ἱκετηρίαν ἐθέμην τοῖς νεύμασιν

    短语 ἱκετηρίαν τίθεσθαι 是一个习语,本义为“呈上请愿者的橄榄枝(ἱκετηρία)以示恳求”。由于克利尼亚斯身在海中并无枝条,此处与表示手段或方式的与格 τοῖς νεύμασιν(用手势)连用,引申为“以手势发出呼救的祈求”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.9.1-5.9.3