← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.8.1-5.8.3

安葬后的归返与克利尼亚斯重逢

克利托丰安葬留基伯的遗体后返回亚历山大里亚,在悲痛中度日;六个月后,他在广场上意外与海难生还的挚友克利尼亚斯重逢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8.1

Ταῦτα καταθρηνήσας καὶ θάψας τὸ σῶμα πάλιν εἰς τὴν Ἀλεξάνδρειαν ἔρχομαι, καὶ θεραπευθεὶς ἄκων τὸ τραῦμα,1 τοῦ Μενελάου με παρηγοροῦντος διεκαρτέρησα ζῶν.2

我如此痛哭哀悼一番并安葬了尸体后,再次返回了亚历山大里亚;我不情愿地接受了创伤的医治,并在梅内劳斯的抚慰下,勉强苟全性命活了下来。

§5.8.2

Καὶ ἤδη μοι γεγόνεσαν μῆνες ἕξ, καὶ τὸ πολὺ τοῦ πένθους ἤρχετο μαραίνεσθαι (χρόνος γὰρ λύπης φάρμακον καὶ πεπαίνει τῆς ψυχῆς τὰ ἕλκη· μεστὸς γὰρ ἥλιος ἡδονῆς, καὶ τὸ λυπῆσαν πρὸς ὀλίγον, κἂν ᾖ καθ’ ὑπερβολήν, ἀναζεῖ μὲν ἐφ’ ὅσον ἡ ψυχὴ κάεται, τῇ δὲ τῆς ἡμέρας ψυχαγωγίᾳ νικώμενον καταψύχεται), καί μου τις κατόπιν βαδίζοντος ἐν ἀγορᾷ τῆς χειρὸς ἄφνω λαβόμενος3 ἐπιστρέφει καὶ οὐδὲν εἰπὼν περιπτυξάμενός με πολλὰ κατεφίλει.

转眼已过去了六个月,我心中的绝大部分悲痛也开始消退——因为时间是悲伤的良药,能够抚平心灵的创口;阳光充满了欢愉,令人痛苦之事即使剧烈之极,固然会趁心灵如焚时暂时沸腾,却终将在白昼游乐的排遣下逐渐平息冷却——正当我在广场上漫步时,有人突然从身后抓住我的手,将我转过身来,一言不发地抱住我,连连亲吻。

§5.8.3

Ἐγὼ δὲ τὸ μὲν πρῶτον οὐκ ᾔδειν ὅστις ἦν, ἀλλ’ εἱστήκειν ἐκπεπληγμένος καὶ δεχόμενος τὰς προσβολὰς τῶν ἀσπασμάτων, ὡς φιλημάτων σκοπός· ἐπεὶ δὲ μικρὸν διέσχε, καὶ τὸ πρόσωπον εἶδον “Κλεινίας δὲ ἦν”,4 ἀνακραγὼν ὑπὸ χαρᾶς ἀντιπεριβάλλω τε αὐτὸν καὶ τὰς αὐτὰς ἀπεδίδουν περιπλοκάς, καὶ μετὰ ταῦτα εἰς τὴν καταγωγὴν ἀνήλθομεν τὴν ἐμήν. Καὶ ὁ μὲν τὰ αὑτοῦ μοι διηγεῖτο, ὅπως ἐκ τῆς ναυαγίας περιεγένετο, ἐγὼ δὲ τὰ περὶ τῆς Λευκίππης ἅπαντα.

我起初不知道来人是谁,只是惊愕地伫立着,任由热情的问候如狂风骤雨般袭来,仿佛成了亲吻的靶子;但当他稍稍退开一步,我看见了他的面容——竟然是克利尼亚斯!——我因喜极而叫出声来,反过来紧紧搂住他,报以同样的拥抱,随后我们便一同回到了我的住所。他向我讲述了自己的经历,即他是如何从海难中逃过一劫的,而我则将关于留基佩的始末全盘托出。

语法注4 条
  1. 5.8.1θεραπευθεὶς ἄκων τὸ τραῦμα

    被动分词 θεραπευθείς 与充当状语的形容词 ἄκων(不情愿地)连用,支配保留宾格 τὸ τραῦμα(创伤)。主动语态下“医治某人的某伤”在变为被动语态后,人称成为主格主语,而患处则保留为宾格。

  2. 5.8.1διεκαρτέρησα ζῶν

    表示坚持与忍耐的动词 διακαρτερέω 支配补充分词 ζῶν(活着),表示在绝望中顽强维持生命(“强忍着活了下来”)。

  3. 5.8.2μου ... τῆς χειρὸς ἄφνω λαβόμενος

    表示抓取的中动态分词 λαβόμενος 支配双重属格:被抓之人(μου,受分词 βαδίζοντος 修饰)与被抓取的具体部位(部分属格 τῆς χειρός)。

  4. 5.8.3Κλεινίας δὲ ἦν

    在由 ἐπεί 引导的时间状语从句(ἐπεὶ δὲ ... εἶδον)内部,直接插入了带有连词 δέ 的独立小句“原来是克利尼亚斯!”。生动表达出叙述者在看清面孔瞬间的惊认。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.8.1-5.8.3