- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.10.1-5.10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利尼亚斯讲述了自己抵西顿后隐瞒幸存消息的经过,以及索斯特拉托斯的订婚信寄达推罗后克利托丰之父四处搜寻二人的缘由,并催促克利托丰就其父即将到来早作谋划。
“δύο δὲ πλεύσαντες ἡμέρας ἐπὶ τὴν πόλιν ἥκομεν, καὶ δέομαι τῶν ἐν τῷ πλοίῳ Σιδωνίων ʽΞενοδάμας δὲ ὁ ἔμπορος ἦν καὶ Θεόφιλος ὁ τούτου πενθερὸσ̓ μηδενὶ Τυρίων, εἰ περιτύχοιεν, κατειπεῖν ὡς ἐκ ναυαγίας περιγενοίμην, ὡς ἂν μὴ μάθοιεν συναποδεδημηκότα.1
“我们在海上航行了两天,便到达了那座城(西顿)。我恳求船上的西顿人——商人是塞诺达玛斯,其岳父是狄奥菲卢斯——若遇到推罗人,千万不要说我经历海难后幸存下来,以免他们发觉我是与你们一同出走的。
Ἤλπιζον γὰρ λήσειν, εἰ τὰ ἀπὸ τούτων ἐν ἡσυχίᾳ γένοιτο, πέντε μόνον ἡμερῶν μοι μεταξὺ γενομένων, αἷς οὐκ ἔτυχον ὀφθείς· τοῖς δὲ κατὰ τὴν οἰκίαν τὴν ἐμήν, ὡς οἶδας, προηγορεύκειν τοῖς πυνθανομένοις, εἰς κώμην ἀποδεδημηκέναι μέχρι δέκα ὅλων ἡμερῶν.
因为我原本指望,只要西顿人这边保持沉默,事情便不会败露;我碰巧未曾露面的时间只有五天,而且正如你所知,我早已吩咐家中的人,对前来打听的人一概回答说我去了乡下村庄,要逗留整整十天之久。
Καὶ τοῦτόν γε τὸν λόγον εὗρον περὶ ἐμοῦ κατεσχηκότα. Οὔπω δὲ ὁ σὸς πατὴρ ἐκ τῆς Παλαιστίνης ἔτυχεν ἥκων, ἀλλὰ δύο ἄλλων ὕστερον ἡμερῶν, καὶ καταλαμβάνει πεμφθέντα παρὰ τοῦ τῆς Λευκίππης πατρὸς γράμματα, ἅπερ ἔτυχε μετὰ μίαν ἡμέραν τῆς ἡμετέρας ἀποδημίας κεκομισμένα, δι’ ὧν ὁ Σώστρατος ἐγγυᾷ σοὶ τὴν θυγατέρα.
而我也发现,关于我的这一传言确实流传开来。令尊当时尚未从巴勒斯坦返回,而是在两天后才到家,一到家便收到了留西佩父亲送来的一封信——那封信恰巧在我们出走后的第二天送达,索斯特拉托斯在信中将自己的女儿许配给了你。
Ἐν ποικίλαις οὖν ἦν συμφοραῖς ἀναγνοὺς τὰ γράμματα καὶ τὴν ὑμετέραν ἀκούσας φυγήν, τὸ μὲν ὡς τὸ τῆς ἐπιστολῆς ἀπολέσας ἆθλον, τὸ δὲ ὅτι παρὰ μικρὸν οὕτως ἡ Τύχη τὰ πράγματα ἔθηκε·2 καὶ γὰρ οὐδὲν ἂν τούτων ἐγεγόνει, εἰ θᾶττον ἐκομίσθη τὰ γράμματα.
因此,读了信并获悉你们私奔的消息后,他陷入了万般苦恼的交织之中:一方面是因为失去了信中本已许诺的幸事,另一方面是因为命运竟将事态安排得如此差之毫厘;倘若那封信早一步送到,这一切绝不会发生。
Καὶ τῶν μὲν πεπραγμένων οὐδὲν πρὸς τὸν ἀδελφὸν ἡγήσατό πω δεῖν γράφειν, ἀλλὰ καὶ τῆς μητρὸς τῆς κόρης ἐδεήθη τὸ παρὸν ἐπισχεῖν.
他认为目前还不该把发生的事情写信告知兄弟,并央求女孩的母亲目前先保持隐忍:
ʽΤάχα γὰρ αὐτοὺς ἐξευρήσομεν, καὶ οὐ δεῖ τὸ συμβὰν ἀτύχημα μανθάνειν Σώστρατον. Ἄσμενοι δὲ ὅπου ποτ̓ ἂν ὦσιν ὄντες μάθωσι τὴν ἐγγύην καὶ ἀφίξονται, εἴγε αὐτοῖς ἐξέσται φανερῶς ἔχειν ὑπὲρ οὗ πεφεύγασιν.ʼ Ἐπολυπραγμόνει δὲ παντὶ σθένει ποῖ κεχωρήκατε. Καὶ ὀλίγον πρὸ τούτων τῶν ἡμερῶν ἔρχεται Διόφαντος ὁ Τύριος ἐξ Αἰγύπτου πεπλευκώς, καὶ λέγει πρὸς αὐτὸν ὅτι σε ἐνθάδε ἐθεάσατο· κἀγὼ μαθών, ὡς εἶχον, εὐθὺς ἐπιβὰς νεὼς ὀγδόην ταύτην ἡμέραν3 πᾶσάν σε περιῆλθον ζητῶν τὴν πόλιν. Πρὸς ταῦτα οὖν σοι βουλευτέον ἐστίν, ὡς τάχα καὶ τοῦ πατρὸς ἥξοντος ἐνταῦθα τοῦ σοῦ.”
‘因为我们或许很快就能找到他们,索斯特拉托斯没有必要知道所发生的这桩不幸。无论他们身在何处,一旦得知订婚的消息,定会欣然归来,毕竟他们为了得到彼此才逃亡,如今却可以公开地结合了。’于是他竭尽全力打听你们的去向。就在几天前,推罗人狄奥凡托斯从埃及航海归来,向他提到曾在此地见过你;我得知此事后,立刻顾不得准备便登上船只,到今天已经是第八天了,我一直在走遍全城寻找你。因此,考虑到你父亲恐怕也很快会赶到这里,你必须对此谋划对策了。”
- 5.10.1συναποδεδημηκότα
完成时主动态分词(阳性单数宾格),作动词 μάθοιεν 的补充成分分词。其未明示的逻辑主语为说话者(克利尼亚斯),指“(自己与克利托丰等人)一同出走”。承接前文 ὡς ἐκ ναυαγίας περιγενοίμην,说明他极力向推罗人隐瞒自己曾参与出逃的事实。
- 5.10.4τὸ μὲν ὡς τὸ τῆς ἐπιστολῆς ἀπολέσας ἆθλον, τὸ δὲ ὅτι παρὰ μικρὸν οὕτως ἡ Τύχη τὰ πράγματα ἔθηκε
由副词性宾格相关结构 τὸ μέν ... τὸ δέ(“一方面……另一方面……”)引导,并列说明父亲内心受扰动的两个原因。句中出现了文体上的句式变化(variatio):前一半采用 ὡς+分词(表达主观判断的理由),后一半则转换为 ὅτι 从句(陈述客观事实)。
- 5.10.7ὀγδόην ταύτην ἡμέραν
带有指示代词 ταύτην 的时间宾格,属习语表达,意为“到今天已经是第八天”或“在这过去整整八天里”。它修饰动词短语 περιῆλθον ζητῶν,表示他在城中持续搜寻的时间长度。
