- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.7.1-5.7.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯瑞阿斯借故离席后暴徒突入劫走留基伯,并在追赶而至的克利托丰等人面前斩其首级弃尸入海。克利托丰仅寻回无头残躯,抚尸痛哭恋人惨遭分尸的双重死亡。
Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. Μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν, καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι,1 καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν.
傍晚降临时,凯瑞阿斯托口腹痛便悄悄退了出去。过不多时,门外突然人声鼎沸,紧接着许多身材高大的人拔出匕首直冲进来,齐齐扑向那少女。
Ἐγὼ δὲ ὡς εἶδον φερομένην μοι τὴν φιλτάτην, οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν· καί με παίει τις κατὰ τοῦ μηροῦ μαχαίρᾳ καὶ ὤκλασα. Ἐγὼ μὲν δὴ καταπεσὼν ἐρρεόμην αἵματι, οἱ δὲ ἐνθέμενοι τῷ σκάφει τὴν κόρην ἔφευγον.
我一见我挚爱之人被人劫走,再也忍耐不住,迎着刀刃猛冲上去;有人用匕首刺中了我的大腿,我登时瘫倒在地。我倒在地上血流如注,而他们已将少女弄上小艇逃之夭夭。
Θορύβου δὲ καὶ βοῆς οἷα ἐπὶ λῃσταῖς γενομένης ὁ στρατηγὸς τῆς νήσου παρῆν· ἦν δέ μοι γνώριμος ἐκ τοῦ στρατοπέδου γενόμενος. Δεικνύω δὴ τὸ τραῦμα καὶ δέομαι διῶξαι τοὺς λῃστάς· ὥρμει δὲ πολλὰ πλοῖα ἐν τῇ πόλει. Τούτων ἑνὸς ἐπιβὰς ὁ στρατηγὸς ἐδίωκεν ἅμα τῇ παρούσῃ φρουρᾷ· κἀγὼ δὲ συνανέβην φοράδην κομισθείς.
由于遭逢海盗而四下喧嚷呼喊,岛上的长官闻声赶来;他是我在军营中相识的故交。我向他亮出伤口,恳求他追捕盗贼;当时城里正停泊着许多船只。长官登上了其中一艘,带着现有的卫队出海追赶;我也被人用担架抬着一同上了船。
Ὡς δὲ εἶδον οἱ λῃσταὶ προσιοῦσαν ἤδη τὴν ναῦν εἰς ναυμαχίαν, ἱστᾶσιν ἐπὶ τοῦ καταστρώματος ὀπίσω τὼ χεῖρε δεδεμένην2 τὴν κόρην, καί τις αὐτῶν μεγάλῃ τῇ φωνῇ “ἰδοὺ τὸ ἆθλον ὑμῶν” εἰπὼν ἀποτέμνει αὐτῆς τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα ὠθεῖ κατὰ τῆς θαλάσσης.
海盗见我们的战船已逼近前来准备交手,便将那少女押到甲板上,双手反绑在后;其中一人扯开嗓门大喊道:“瞧瞧你们的奖品!”言罢便割下了她的头颅,将剩下的躯体推入了大海。
Ἐγὼ δὲ ὡς εἶδον, ἀνέκραγον οἰμώξας καὶ ὥρμησα ἐμαυτὸν ἐπαφεῖναι· ὡς δὲ οἱ παρόντες κατέσχον, ἐδεόμην ἐπισχεῖν τε τὴν ναῦν καί τινα ἁλέσθαι κατὰ τῆς θαλάττης, εἴ πως κἂν πρὸς ταφὴν λάβοιμι τῆς κόρης τὸ σῶμα.
我见此情景放声号哭,不顾一切要跳下海去;但身旁的人死死拉住我,我便恳求他们停住船,派人跳入海中,看能否设法寻回少女的遗体,至少好加以安葬。
Καὶ ὁ στρατηγὸς πείθεται καὶ ἵστησι τὴν ναῦν· καὶ δύο τῶν ναυτῶν ἀκοντίζουσιν ἑαυτοὺς ἔξω τῆς νεὼς καὶ ἁρπάσαντες τὸ σῶμα ἀναφέρουσιν. Ἐν τούτῳ δὲ οἱ λῃσταὶ μᾶλλον ἐρρωμενέστερον3 ἤλαυνον· ὡς δὲ ἦμεν πάλιν πλησίον, ὁρῶσιν οἱ λῃσταὶ ναῦν ἑτέραν καὶ γνωρίσαντες ἐκάλουν πρὸς βοήθειαν· πορφυρεῖς δὲ ἦσαν πειρατικοί.
长官依从了我的恳求,停下了战船;两名水手纵身跃入海中,捞起尸体运了上来。与此同时,海盗们划得更加拼命了;等我们再次逼近时,海盗们望见了另一艘船,认出是同伙便大声呼救;他们是做海盗的捕紫螺人。
Ἰδὼν δὲ ὁ στρατηγὸς δύο ναῦς ἤδη γενομένας ἐφοβήθη καὶ πρύμναν ἐκρούετο·4 καὶ γὰρ οἱ πειραταὶ τοῦ φυγεῖν ἀποτραπόμενοι προὐκαλοῦντο εἰς μάχην.
长官见对方已成两艘战船,心中恐惧便倒桨退避;因为海盗们已经掉头不再逃窜,反而叫阵迎战。
Ἐπεὶ δὲ ἀνεστρέψαμεν εἰς γῆν, ἀποβὰς τοῦ σκάφους καὶ τῷ σώματι περιχυθεὶς ἔκλαον. “Νῦν μοι Λευκίππη τέθνηκας ἀληθῶς θάνατον διπλοῦν, γῇ καὶ θαλάττῃ διαιρούμενον· τὸ μὲν γὰρ λείψανον ἔχω σου τοῦ σώματος, ἀπολώλεκα δὲ σέ.
等我们返回陆地,我走下小艇,扑倒在遗体上痛哭失声:“留基伯啊,如今对我而言,你真切地承受了双重的死亡,被大地与海洋所瓜分;我虽拥有你躯体的残骸,却已永远失去了你。
Οὐκ ἴση τῆς θαλάττης πρὸς τὴν γῆν ἡ νομή· μικρόν μοί σου μέρος καταλέλειπται ἐν ὄψει τοῦ μείζονος· αὕτη δὲ ἐν ὀλίγῳ τὸ πᾶν σου κρατεῖ. Ἀλλ’ ἐπεί μοι τῶν ἐν τῷ προσώπῳ φιλημάτων ἐφθόνησεν ἡ Τύχη, φέρε σου καταφιλήσω τὴν σφαγήν.”
大海与大地的分配何其不公:看似留给我的是更大的部分,实则只是你微不足道的一星半点;而大海却在小小的分量中占有了你的全部。然而,既然命运吝于让我轻吻你的面容,来吧,且让我吻一吻你那被斩断的咽喉。”
- 5.7.1μαχαίρας ἐσπασμένοι
动词 σπάω 的中动相完成时分词,表示自身动作(关涉自身武器),后接直接宾语 μαχαίρας,意为“拔出(他们自己的)短剑”。
- 5.7.4ὀπίσω τὼ χεῖρε δεδεμένην
修饰分词 δεδεμένην 的限制性宾格(相关宾格)。τὼ χεῖρε 为阴性名词 χείρ 的双数宾格形式,意为“双手被反绑在后”。
- 5.7.6μᾶλλον ἐρρωμενέστερον
冗赘的双重比较级,由比较级副词 μᾶλλον 叠加上比较级 ἐρρωμενέστερον 构成,用以极力强调划船力道之强劲。
- 5.7.7πρύμναν ἐκρούετο
古希腊航海术语惯用表达(πρύμναν κρούομαι),字面意为“叩击船尾”,指船头仍对着敌方而倒桨后退。
