← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.27.1-5.27.4

克利托丰顺从墨利忒的恳求并与其交欢

在墨利忒的热烈恳求与对爱神的敬畏驱使下,克利托丰屈从于人性的软弱,与她完成了交欢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.27.1

Ταῦτα φιλοσοφήσασα (διδάσκει γὰρ ὁ Ἔρως καὶ λόγους) ἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπεν “ὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας γέμοντα καὶ ἐλπίδος “γένοιτο δὲ καὶ ἡδονῆς” καὶ ἔοικεν ἱκετεύειν σε τῷ πηδήματι.” Ὡς οὖν με ἔλυσε καὶ περιέβαλε κλάουσα, ἔπαθόν τι ἀνθρώπινον,1 καὶ ἀληθῶς ἐφοβήθην τὸν Ἔρωτα μή μοι γένηται μήνιμα ἐκ τοῦ θεοῦ καὶ ἄλλως ὅτι2 Λευκίππην ἀπειλήφειν, καὶ ὅτι μετὰ ταῦτα τῆς Μελίτης ἀπαλλάττεσθαι ἔμελλον, καὶ ὅτι οὐδὲ γάμος ἔτι τὸ πραττόμενον ἦν, ἀλλὰ φάρμακον ὥσπερ ψυχῆς νοσούσης. Περιβαλούσης οὖν ἠνειχόμην καὶ περιπλεκομένης3 πρὸς τὰς περιπλοκὰς οὐκ ἀντέλεγον· καὶ ἐγένετο ὅσα ὁ Ἔρως ἤθελεν οὔτε στρωμνῆς ἡμῶν δεηθέντων οὔτε ἄλλου τινὸς τῶν εἰς παρασκευὴν ἀφροδισίων.

在作了这番充满哲思的申说之后——因为厄洛斯甚至教人以言辞——她解开了绳索,不停亲吻着我的双手,将它们贴向自己的双眼和胸口,说道:“你可看到〔心〕跳得多么厉害,因痛苦和希望——但愿也因欢愉!——而急促搏动,仿佛正用这狂跳向你哀求。” 因此当她为我解开束缚、哭泣着拥抱我时,我体验到人性的脆弱,并且真正敬畏厄洛斯、唯恐招致来自这位神明的震怒,此外又因我已经重获留基珀,因在此之后我便要离开墨利忒,因眼下所为已不再算是一桩婚姻,而宛如医治患病灵魂的药剂,于是在她拥抱时我容忍了,在她缠绕上来时我也未抗拒那些交缠;于是,在既无需被褥、也无需任何其他交欢准备的情况下,厄洛斯所期望的一切全都实现了。

§5.27.4

Αὐτουργὸς γὰρ ὁ Ἔρως καὶ αὐτοσχέδιος σοφιστὴς καὶ πάντα τόπον αὑτῷ τιθέμενος μυστήριον. Τὸ δ’ ἀπερίεργον εἰς Ἀφροδίτην ἥδιον μᾶλλον4 τοῦ πολυπράγμονος· αὐτοφυῆ γὰρ ἔχει τὴν ἡδονήν.

因为厄洛斯是亲力亲为的巧匠,又是即席应变的智者,能将任何处所变为自己的秘仪之所。而在阿佛洛狄忒之事上,浑朴无巧比起百般雕饰更为甜美;因为它本就蕴含着自然天成的愉悦。

语法注4 条
  1. 5.27.2ἔπαθόν τι ἀνθρώπινον

    字面意为“我体验到某种人之常情”,在希腊散文中此惯用短语常指人的理智或克制力屈从于同情、情欲等人性天然的软弱。

  2. 5.27.2μή μοι γένηται μήνιμα ἐκ τοῦ θεοῦ καὶ ἄλλως ὅτι... καὶ ὅτι... καὶ ὅτι...

    表担忧的 μή 从句(“唯恐招致神的震怒”)受动词 ἐφοβήθην 支配,随后承接前文 ἔπαθόν τι ἀνθρώπινον,由 καὶ ἄλλως(“加之”、“此外”)串联起三个平行的原因 ὅτι 从句,列举了克利托丰最终顺从墨利忒的一连串内心缘由。

  3. 5.27.3Περιβαλούσης οὖν ἠνειχόμην καὶ περιπλεκομένης

    省略了逻辑主语(即墨利忒)的独立属格结构(genitive absolute)。分词在此表示伴随或时间情境,作为主句动词 ἠνειχόμην(“我容忍了”)与后文 οὐκ ἀντέλεγον(“我未抗拒”)的背景。

  4. 5.27.4ἥδιον μᾶλλον

    双重比较级(pleonastic comparative),将比较级形容词 ἥδιον 与副词 μᾶλλον 叠用,在后古典期希腊语中常用于进一步强化比较程度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.27.1-5.27.4