← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.1.1-6.1.4

克利托丰男扮女装准备逃亡与告别

梅里忒让克利托丰换上自己的衣裳伪装逃跑,安排墨兰托引路出府,并依依惜别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.1

Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτὴν “ἀλλ’ ὅπως μοι τῆς φυγῆς παράσχῃς1 τὴν ἀσφάλειαν καὶ τἆλλα ὅσα ὑπέσχου περὶ Λευκίππης.” “Μὴ φροντίσῃς” εἶπε “τοῦ γε κατ’ ἐκείνην μέρους,2 ἀλλ̓ ἤδη νόμιζε Λευκίππην ἔχειν· σὺ δὲ ἔνδυθι τὴν ἐσθῆτα τὴν ἐμὴν καὶ κλέπτε τὸ πρόσωπον τῷ πέπλῳ.

当我治好了梅里忒之后,便对她说:“那么,请务必保证我逃走的平安,并兑现你关于琉基珀所许下的其他一切诺言。”她说:“关于她的那部分,你切莫担忧,只管当琉基珀已经属于你了。你穿上我的衣裳,用面纱掩住面容吧。

§6.1.2

Ἡγήσεται δέ σοι τῆς ἐπὶ τὰς θύρας ὁδοῦ Μελανθώ, περιμένει δέ σε καὶ νεανίσκος ἐπ’ αὐταῖς ταῖς θύραις, ᾧ προστεταγμένον ἐστὶν ἐξ ἐμοῦ κομίσαι σε εἰς τὴν οἰκίαν, οὗ καὶ Κλεινίαν καὶ Σάτυρον εὑρήσεις καὶ Λευκίππη σοι παρέσται.” Ταῦτα ἅμα λέγουσα ἐσκεύασέ με ὡς ἑαυτὴν καὶ καταφιλοῦσα “ὡς εὐμορφότερος” ἔφη “παρὰ πολὺ γέγονας τῇ στολῇ. Τοιοῦτον Ἀχιλλέα ποτε ἐθεασάμην ἐν γραφῇ. Ἀλλά μοι, φίλτατε, σώζοιο, καὶ τὴν ἐσθῆτα ταύτην φύλαττε μνήμην· ἐμοὶ δὲ τὴν σὴν κατάλιπε, ὡς ἂν ἔχοιμι ἐνδυομένη σοι περικεχύσθαι.”3 Δίδωσι δέ μοι καὶ χρυσοῦς ἑκατὸν καὶ καλεῖ τὴν Μελανθώ· θεράπαινα δὲ ἦν αὕτη τῶν πιστῶν καὶ ἐφήδρευε ταῖς θύραις. Ὡς δὲ εἰσῆλθε, λέγει περὶ ἐμοῦ τὰ συγκείμενα καὶ κελεύει πάλιν ἀναστρέφειν πρὸς αὐτήν, ἐπειδὰν ἔξω γένωμαι τῶν θυρῶν.

墨兰托会为你引路前往大门,门旁也有一名年轻人在候着你,我已吩咐他把你送到那座宅第,在那里你既能找到克莱尼亚斯和萨堤洛斯,琉基珀也会陪伴在你身边。”她一边说着,一边把我打扮成她自己的模样,并在热吻之中说道:“穿上这身衣服,你真是变得俊美多了!我曾在画中见过如此模样的阿喀琉斯。但愿你能平安,我最亲爱的人,请把这件衣裳当作纪念留着;你的衣裳则留给我吧,好让我穿上它时,能够抱紧你。” 她还给了我一百枚金币,并唤来了墨兰托;她是忠仆之一,一直在门前伺候守望。墨兰托一进来,梅里忒便把关于我的既定事项交代了,并吩咐她等我出了大门之后再折返回她身边。

语法注3 条
  1. 6.1.1ἀλλ’ ὅπως μοι τῆς φυγῆς παράσχῃς

    ὅπως后接虚拟语气(paráschēis)独立成句,省去了主句动词(如ὅρα或σκόπει),构成表示急切恳求或命令的结构。前面的ἀλλά增强了请求的语气。

  2. 6.1.1τοῦ γε κατ’ ἐκείνην μέρους

    由表示关切、忧虑的动词phrontízō(此处为表禁止的虚拟语气μὴ φροντίσῃς)所支配的宾格性属格。介词短语κατ’ ἐκείνην修饰名词méros,整体意为“至于她那方面的事情”。

  3. 6.1.3ὡς ἂν ἔχοιμι ἐνδυομένη σοι περικεχύσθαι

    由ὡς ἄν引导的接希求语气(ἔχοιμι)的目的从句。ἔχω接不定式(περικεχύσθαι)表示能力或可能性(“使我能够拥抱”)。完成时被动态不定式περικεχύσθαι在此具中间语态/反身意义(环抱、拥抱),支配与格σοι;分词ἐνδυομένη与主语(梅里忒)性数格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.1.1-6.1.4