← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.26.1-5.26.13

墨利忒哀求最后拥抱并许诺脱逃

见克利托丰低头不语,墨利忒由暴怒转为哀求,提起过往的誓言,只求与他最后相拥一次。她告知塞桑德不在府中并说明了逃跑安排,热切恳求克利托丰委身于她。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.26.1

Ταῦτα ἔλεγε καὶ ἅμα ἔκλαεν· ὡς δὲ ἐσιώπων ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα “ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγε καὶ λύπη· ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. Κἂν ὀργίζωμαι, κάομαι· κἂν ὑβρίζωμαι, φιλῶ. Σπεῖσαι1 κἂν νῦν, ἐλέησον· οὐκέτι δέομαι πολλῶν ἡμερῶν καὶ γάμου μακροῦ, ὃν ἡ δυστυχὴς ὠνειροπόλουν ἐπὶ σοί· ἀρκεῖ μοι κἂν μία συμπλοκή· μικροῦ δέομαι φαρμάκου πρὸς τηλικαύτην νόσον. Σβέσον μοι ὀλίγον τοῦ πυρός· εἰ δέ τί σοι προπετῶς ἐθρασυνάμην, σύγγνωθι, φίλτατε· ἔρως ἀτυχῶν καὶ μαίνεται. Ἀσχημονοῦσα οἶδα, ἀλλ’ οὐκ αἰσχύνομαι τὰ τοῦ Ἔρωτος ἐξαγορεύουσα μυστήρια. Πρὸς ἄνδρα λαλῶ μεμυημένον· οἶδας τί πάσχω· τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀθέατα τὰ βέλη τοῦ θεοῦ, καὶ οὐκ ἄν τις ἐπιδεῖξαι δύναιτο τὰ τοξεύματα, μόνοι δὲ οἴδασιν οἱ ἐρῶντες τὰ τῶν ὁμοίων τραύματα.

她一边这样说着,一边流下泪来;见我低头沉默不语,稍作停顿之后,她转变了语气说道:“最亲爱的人啊,我方才所说的话,是愤怒与悲伤借我之口说的;而我现在将要说的话,则是爱借我之口说的。即便我满腔怒火,我也在备受煎熬;即便遭受侮辱,我也依然爱你。哪怕就在此刻,与我和解吧,可怜可怜我吧!我不复奢求许多时日,也不再奢求长久的婚姻——那曾是我这不幸的人寄托在你身上的梦想;哪怕仅仅一次拥抱,对我来说也足够了。面对如此沉重的病症,我只求一点微小的药剂。为我熄灭哪怕些许的烈火吧;倘若我对你曾有任何鲁莽狂妄之处,请原谅我,最亲爱的人;求而不得的爱甚至会让人发狂。我知道自己举止失体,但在公开吐露厄洛斯的奥秘时,我并不感到羞耻。我是在向一个通晓秘仪的人倾诉;你懂得我所受的煎熬。在其他人眼里,这位神明的箭矢是看不见的,也没有人能够展示那些飞矢;唯有相爱之人,才深知同类的创伤。

§5.26.4

Ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν· τὴν ὑπόσχεσιν ἀπαιτῶ. Ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. Εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα Θερσάνδρων μυρίων· ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι τοῦτο παραχωρῶ· οἶδα νικωμένη· οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν· κατ’ ἐμοῦ γὰρ πάντα καινά· ἀναβιοῦσι καὶ νεκροί.

我只剩下今天这一日了;我要求你兑现诺言。请回想伊西斯,请敬畏在那里立下的誓言!假若你真愿意如所起誓的那样与我结为夫妇同居,即便有一万个塞桑德,我也不会放在心上;然而既然你已经找到了留基珀,与另一个女人的结合对你而言已绝无可能,我便心甘情愿地向你退让;我知道自己已然落败;我不再索求超出我所能获得之物;因为降临在我身上的全都是前所未有的奇事:就连死人也会复生。

§5.26.5

Ὦ θάλασσα, πλέουσαν μέν με διέσωσας, σώσασα δὲ μᾶλλον ἀπολώλεκας, δύο ἀποστείλασα κατ’ ἐμοῦ νεκρούς· ἤρκει γὰρ Λευκίππη μόνη ζήσασα, ἵνα μηκέτι λυπῆται Κλειτοφῶν· νῦν δὲ καὶ ὁ ἄγριος Θέρσανδρος ἡμῖν πάρεστι.

啊,大海啊,我乘船航行时你保全了我,但在救了我之后你却更彻底地毁了我,竟然送来两个死人与我作对!原本只要留基珀一人活过来就足够了,好让克利托丰不再悲伤;如今却连残暴的塞桑德也出现在我们面前。

§5.26.6

Τετύπτησαι βλεπούσης μου, καὶ βοηθεῖν ἡ δυστυχὴς οὐκ ἠδυνάμην· ἐπὶ τοῦτο τὸ πρόσωπον πληγαὶ κατηνέχθησαν, ὦ θεοί. Δοκῶ, τυφλὸς Θέρσανδρος ἦν.

你当着我的面遭受殴打,而不幸的我却无力相助;拳脚竟然落在这张面庞上,诸神啊!依我看,塞桑德定是个瞎子。

§5.26.7

Ἀλλὰ δέομαι, Κλειτοφῶν δέσποτα ʽδεσπότης γὰρ εἶ ψυχῆς τῆς ἐμῆσ̓, ἀπόδος σεαυτὸν τήμερον πρῶτα καὶ ὕστατα· ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί.2 Οὕτω μηκέτι Λευκίππην ἀπολέσειας,3 οὕτω μηκέτι μηδὲ ψευδῶς ἀποθάνοι.

可是我恳求你,克利托丰主人——因为你正是我灵魂的主人——在今天,第一次也是最后一次把自己交给我吧;这短暂的欢聚,对我而言就如同漫长的岁月。愿你从此不再失去留基珀,愿她从此甚至不再虚假地死去!

§5.26.8

Μὴ ἀτιμάσῃς τὸν ἔρωτα τὸν ἐμόν, δι’ ὃν τὰ μέγιστα εὐτυχεῖς. Οὗτός σοι Λευκίππην ἀποδέδωκεν. Εἰ γάρ σου μὴ ἠράσθην ἐγώ, εἰ γάρ σε μὴ ἐνταῦθα ἤγαγον, ἦν ἂν ἔτι σοι Λευκίππη νεκρά.

请不要轻蔑我的爱,正是凭着这份爱,你才获得了最大的幸运。正是它将留基珀还给了你。若非我爱上了你,若非我将你带到这里,留基珀对你而言至今仍是一个死人。

§5.26.9

Εἰσίν, ὦ Κλειτοφῶν, καὶ Τύχης δωρεαί. Ἤδη τις θησαυρῷ περιτυχὼν τὸν τόπον τῆς εὑρέσεως ἐτίμησε, βωμὸν ἤγειρε, θυσίαν προσήνεγκεν, ἐστεφάνωσε τὴν γῆν· σὺ δὲ παρ’ ἐμοὶ θησαυρὸν Ἔρωτος εὑρὼν ἀτιμάζεις τὴν εὐεργετήσασαν.

克利托丰啊,世上也有命运女神的赐福。常有人在偶得宝藏之后,敬重发现宝藏的地方:筑起祭坛,献上祭品,用花环装饰大地;而你,在我这里觅得了厄洛斯的宝藏,却反倒羞辱了施恩于你的女人。

§5.26.10

Νόμιζέ σοι τὸν Ἔρωτα δι’ ἐμοῦ λέγειν “ἐμοὶ χάρισαι τοῦτο, Κλειτοφῶν, τῷ σῷ μυσταγωγῷ· μὴ ἀμύητον τὴν Μελίτην ἀπέλθῃς καταλιπών· καὶ τὸ ταύτης ἐμόν ἐστι πῦρ.” Ἄκουσον δὲ ὡς καὶ τἆλλα μοι μέλει περὶ σοῦ.

请设想厄洛斯正借由我的口对你说:‘克利托丰啊,看在我这个指引你入秘仪者的分上,应允我这件事吧;切莫留下未入秘仪的墨利忒而离去;她身上的火,亦是我的烈火。’此外,请听听我在其他事上对你是何等关照吧。

§5.26.11

Λυθήσῃ μὲν γὰρ ἄρτι τῶν δεσμῶν, κἂν Θερσάνδρῳ μὴ δοκῇ· καταγωγῆς δὲ τεύξῃ τοσούτων ἡμερῶν, ὅσων ἂν θέλῃς, πρὸς ἐμὸν σύντροφον· ἕωθεν δὲ καὶ τὴν Λευκίππην παρέσεσθαι προσδόκα.

你很快就能解开身上的绳索,即便塞桑德不答应;你还可以在我的乳兄弟那里获得寄宿,想住多少天就住多少天;黎明时分,你且期待着留基珀也会出现在那里。

§5.26.12

Διανυκτερεύσειν γὰρ ἔλεγεν εἰς τὸν ἀγρὸν βοτανῶν ἕνεκεν χάριν,4 ὡς ἐν ὄψει τῆς σελήνης αὐτὰς ἀναλάβοι. Οὕτως γάρ μου κατεγέλα· ᾔτησα γὰρ φάρμακον παρ’ αὐτῆς ὡς Θετταλῆς κατὰ σοῦ. Τί γὰρ ἠδυνάμην ἔτι ποιεῖν ἀποτυγχάνουσα ἢ βοτάνας ζητεῖν καὶ φάρμακα; αὕτη γὰρ τῶν ἐν ἔρωτι δυστυχούντων ἡ καταφυγή.

因为她说要在田野里过夜采集草药,以便在月光映照下采摘。她就是用这种方式嘲弄了我;因为我以为她是色萨利女人,便向她讨要对付你的药剂。当我求爱不得之时,除了寻求草药和药剂,我还能做什么呢?因为这本就是情场失意之人的避难所。

§5.26.13

Ὁ Θέρσανδρος δέ, ὡς καὶ περὶ τούτου θαρρήσῃς, ἐξεπήδησε πρὸς ἑταῖρον αὑτοῦ, ἐξιστάμενος ἐμοὶ τῆς οἰκίας ὑπὸ ὀργῆς· δοκεῖ δ’ ἔμοιγε θεός τις αὐτὸν ἐντεῦθεν ἐξεληλακέναι, ἵνα σου τὰ τελευταῖα ταῦτα δυνηθῶ τυχεῖν. Ἀλλά μοι σαυτὸν ἀπόδος.”

至于塞桑德,为了让你对此也能放下心来,他因暴怒把宅邸留给了我,冲出家门去找他的一位同伴了;依我看来,正是某位神明将他从这里赶走的,好让我能够从你这里求得这最后的欢爱。来吧,把自己交给我!”

语法注4 条
  1. 5.26.2Σπεῖσαι

    动词 σπένδομαι(订立和约、讲和)的第二人称单数不定过去时中间态祈使语气。虽然形式上与主动语态不定式 σπεῖσαι(奠酒)相同,但此处与后文的祈使句 ἐλέησον(可怜可怜)并列,作主句祈使句。

  2. 5.26.7ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί

    省略系词(ἔσται 或 ἐστίν)的名词谓语句。中性单数短语 τὸ βραχὺ τοῦτο(这短暂的时间)为主语,阴性复数名词短语 ἡμέραι πολλαί(许多日子)为表语(谓词性名词),ἐμοί 为关涉与格,意为“这短暂的片刻对我而言便是漫长的岁月”。

  3. 5.26.7Οὕτω μηκέτι Λευκίππην ἀπολέσειας

    在发誓或祈请中常见的固定句式,即 οὕτω 搭配表示愿望的希求语气:“(愿你应允此事,)以此,但愿你永不再失去留基珀”。

  4. 5.26.12βοτανῶν ἕνεκεν χάριν

    表示原因或目的的后置介词 ἕνεκεν 与 χάριν 连用并支配属格 βοτανῶν 的赘述表达法,具有口语或强调色彩,意为“假借/为了草药的缘故”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.26.1-5.26.13