← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.25.1-5.25.8

墨利忒斥责克利托丰的绝情与欺骗

趁着塞桑德外出,墨利忒私下来见克利托丰,并将留基珀的信摔在他面前,痛斥他的欺骗以及面对自己的深情时所表现出的冷酷与绝情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.25.1

Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχεν Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. Ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα, καὶ καταλαμβάνει χαμαὶ καταβεβλημένον. Παραστᾶσα οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ, τὸ σχῆμα τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. “Ὦ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ πάσης ἀνοίας, ἣ καὶ μισουμένη τὸν μισοῦντα φιλῶ1 καὶ ὀδυνωμένη τὸν ὀδυνῶντα ἐλεῶ, καὶ οὐδὲ ὕβρις τὸν ἔρωτα παύει.

时近黄昏,塞桑德恰好因最初的暴怒而冲出家门,去往当地的一个同伴那里。〔墨利忒〕则在与看守我的人交涉之后,瞒过其他人来到我这里,并在房门外安置了两名仆人。她发现我伏倒在地上。她站在我身旁,想要一齐说出所有的话,而她的面部神情已经饱含了她想说的一切:“啊,我不幸的女人,竟为了自己的灾祸而见到了你,从一开始便徒劳地爱上你,怀着十足的愚蠢——我被厌恶,却爱着厌恶我的人;我被伤害,却怜悯伤害我的人,甚至连侮辱都无法终止我的爱。

§5.25.3

Ὦ ζεῦγος κατ’ ἐμοῦ γοήτων, ἀνδρὸς καὶ γυναικός. Ὁ μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, ἡ δὲ ἀπῆλθε κομιοῦσά μοι φίλτρον· ἐγὼ δὲ ἡ κακοδαίμων ἠγνόουν αἰτοῦσα παρὰ τῶν ἐχθίστων κατ’ ἐμαυτῆς φάρμακον.” Καὶ ἅμα τὴν ἐπιστολὴν τῆς Λευκίππης μοι προσέρριψεν. Ἰδὼν οὖν καὶ γνωρίσας ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος· ἡ δὲ ἐτραγῴδει πάλιν “οἴμοι δειλαία τῶν κακῶν· καὶ γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, οὐδὲ ἂν ἔχοιμι σὲ τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν,2 ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον. Οἶδα ὅτι ὁ ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν λοιδορίαν κεκέρδακα. Αἱ μὲν γὰρ ἄλλαι γυναῖκες μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, ἐγὼ δὲ ἡ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην, τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ. Ἄπιστε καὶ βάρβαρε· ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; Οὐκ ἐφοβήθης αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε ταῦτα τὰ ὄμματα δακρύοντα;

啊,一对针对我的骗子,一男一女!一个嘲弄了我这么久,另一个则说去替我取来春药而离开;而我这倒霉的人,竟然不知道自己是在向死敌乞求害死自己的毒药。” 说着,她同时将留基珀的信甩向我。我看见并认出了信,不禁战栗起来,如被定罪之人一般低头看着地面;她却再次如演悲剧般哭诉道:“哀哉,我这命途多舛的苦命人!为了你,我失去了丈夫,而在今后的岁月里,我甚至连这空洞的目光对视都无法拥有你,因为你根本做不到比这更多的事。我知道丈夫恨我,并因你而判定我有通奸之罪——一场无果的通奸,一场毫无鱼水之欢的通奸,我从中得到的唯有恶名。别的女人尚有情欲的欢愉作为羞辱的酬劳,而我不幸的人却收获了羞辱,欢愉却无处寻觅。 负心而残酷的人!你怎敢让一个如此爱你的女人心碎消沉,更何况你自己也是厄洛斯的奴隶?难道你不怕他的愤怒吗?难道你不敬畏他的烈火吗?难道你不尊重他的奥秘吗?这双流泪的眼睛难道没有打动你吗?

§5.25.7

Ὦ καὶ λῃστῶν ἀγριώτερε· δάκρυα γὰρ καὶ λῃστὴς αἰσχύνεται. Οὐδέν σε ἠρέθισεν εἰς ἀφροδίτην κἂν μίαν, οὐ δέησις, οὐ χρόνος, οὐχ ἡ τῶν σωμάτων συμπλοκή, ἀλλά, τὸ πάντων ὑβριστικώτατον, προσαπτόμενος, καταφιλῶν οὕτως ἀνέστης ὡς ἄλλη γυνή.

啊,你比强盗还要凶残!因为强盗面对眼泪尚知羞愧。没有任何东西能激发你哪怕一次欢爱,无论恳求、时间、还是肉体的缠绕;相反,最令人受辱的是,你在抚摸我、亲吻我之后,却像另一个女人一样翻身而起。

§5.25.8

Τίς αὕτη τῶν γάμων ἡ σκιά; Οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες οὐδ᾽ ἀποστρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ καὶ φιλούσῃ, εἴποι δ’ ἂν ἄλλος ὅτι καὶ καλῇ. Εὐνοῦχε καὶ ἀνδρόγυνε καὶ κάλλους βάσκανε, ἐπαρῶμαί σοι δικαιοτάτην ἀράν· οὕτω σε ἀμύναιτο ὁ Ἔρως εἰς τὰ σά.”3

这是怎样一场婚姻的幻影?与你同眠的绝非老妇,也非抗拒你拥抱之人,而是一个年轻、深爱着你、甚至别人会说她美丽的女人。你这个阉人、两性人、嫉妒美色之徒,我对你降下最公义的诅咒:愿厄洛斯在你的情事中,也同样这般报复你!”

语法注3 条
  1. 5.25.2ἣ καὶ μισουμένη τὸν μισοῦντα φιλῶ

    关系代词 ἣ 为阴性单数主格,但由于其先行词是感叹短语 Ὦ δυστυχὴς ἐγώ 中所包含的第一人称主语 ἐγώ,从句中的谓语动词(φιλῶ, ἐλεῶ)顺应先行词的人称而作第一人称单数。分词 μισουμένη 与 ὀδυνωμένη 均表让步(“尽管被厌恶”、“尽管受痛苦”)。

  2. 5.25.4κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν

    κἂν 是 καὶ ἄν(或 καὶ ἐάν)的缩合副词用法,意为“哪怕仅仅”、“甚至到……程度”。它修饰介词短语 μέχρι τῶν ὀμμάτων τῶν κενῶν(“哪怕只是空洞的目光对视”),与前文的潜在希求法 οὐδὲ ἂν ἔχοιμι σὲ 相呼应,表示即便连最微不足道的交往也无法获得。

  3. 5.25.8οὕτω σε ἀμύναιτο ὁ Ἔρως εἰς τὰ σά

    不带 ἄν 的独立希求法 ἀμύναιτο 用于诅咒中表达愿望。中动形动词 ἀμύνομαι 带宾格宾语 σε,意为“向……报复”或“惩罚”。副词 οὕτω(“如此地”)指代墨利忒所遭受的冷遇与拒绝,配合介词短语 εἰς τὰ σά(“关于你自己的情事”),构成了“愿厄洛斯在你的恋爱中也同样这般报复你”的诅咒。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.25.1-5.25.8