← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.24.1-5.24.3

墨利忒拾信获悉真相与内心的爱恨冲突

骚乱中墨利忒暗中捡起留基珀遗落的信并得知真相,在羞愧、愤怒、爱意与嫉妒的交织冲突中,爱情最终占据了上风。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.24.1

Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει με διαρρυεῖσα1 ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων· καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα· ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν.2

正在发生这些事的时候,留基珀的信不知不觉从我身上滑落了;因为我恰好将它系在内衣里面麻布的穗子上。墨利忒暗暗将它捡了起来,因为她担心那会是她自己写给我的某封信札。

§5.24.2

Ὡς δὲ ἀνέγνω καθ’ ἑαυτὴν γενομένη καὶ τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν εὐθέως τὴν καρδίαν γνωρίσασα τοὔνομα, οὐ μὴν αὐτὴν ἐνόμιζεν εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι.3

当她独自一人读了这封信并发现留基珀的名字时,一认出这个名字,她的心立刻受到重击,但她并不认为这就是那个留基珀,因为她曾屡次听闻她已经死了。

§5.24.3

Ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων ἐνέτυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ ἔρωτι καὶ ζηλοτυπίᾳ· ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε τὸν ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως.

然而随着读下去,她读到了信中其余的内容,得知了全部真相,她的心灵同时被许多情绪所撕裂:羞愧、愤怒、爱情与嫉妒。她对丈夫感到羞愧,对信件感到愤怒,爱情消弭了愤怒,嫉妒点燃了爱情,而最终爱情占了上风。

语法注3 条
  1. 5.24.1λανθάνει με διαρρυεῖσα

    动词 λανθάνω 与分词(διαρρυεῖσα)连用,并接指人的宾格(με)。字面意为“信滑落下来而我未察觉”,即“信在我不经意间滑落了”。

  2. 5.24.1μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν

    在表示恐惧的动词(ἐδεδίει)之后的 μή 从句中,此处使用了未完成过去直陈式(ἦν)而非虚拟式,用以表示对过去既成事实或已存在状态的疑虑或担忧(“担心这曾是/就是……”)。

  3. 5.24.2τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι

    带冠词不定式 τῷ...ἀκοῦσαι 为表示原因的与格(“因为听闻……”)。动词 ἀκοῦσαι 进而统辖一个宾格加不定式结构(αὐτὴν...τετελευτηκέναι),其中宾格 αὐτήν(指留基珀)是完成时不定式 τετελευτηκέναι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.24.1-5.24.3