← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.23.1-5.23.7

忒耳珊德洛斯突然归来与克勒托丰被拘

正当克勒托丰苦思如何避开墨利忒并与留基珀相会之时,原被认为海难身亡的墨利忒之夫忒耳珊德洛斯突然归来,将克勒托丰当作奸夫一顿毒打并命人加以拘禁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.23.1

Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μὲν σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην.

我对这些事一无所知,只是焦心地思忖着在即将到来的夜晚也该如何推拒那个女人,以及如何才能与留基珀相见。

§5.23.2

Ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν ποιεῖσθαι τοῦ ἀπελθεῖν δι’ αὐτὴν εἰς τοὺς ἀγρούς, καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. Ἔμελλε τῇ Λευκίππῃ παρέξειν ὄχημα καὶ Ἡμεῖς δὲ ἐπὶ τὸν πότον ᾖμεν.

在我看来,墨利忒似乎也同样极力操持着,好让留基珀为她前往田野并在傍晚时分再度返回。她正打算为留基珀备好车辆;而我们则赴了宴席。

§5.23.3

Ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυβος πολὺς κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ λέγων “Θέρσανδρος ζῇ καὶ πάρεστιν.” Ἦν δὲ ὁ Θέρσανδρος οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι κατὰ θάλασσαν. Τῶν γὰρ συνόντων αὐτῷ τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες καὶ νομίσαντες ἀπολωλέναι, τοῦτο ἀπαγγείλαντες ἔτυχον. Ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος κατὰ πόδας εἰστρέχει·1 πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθόμενος κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν με.

就在我们刚刚躺下时,男宴厅附近传来一片嘈杂与奔聚的声响,一名仆人一边喘着粗气一边跑了进来,喊道:“忒耳珊德洛斯活着,他就在这里!”这个忒耳珊德洛斯正是墨利忒的丈夫,她原本以为他已葬身大海。因为当时随他同行的几名仆人在船只倾覆时脱险生还,以为他已死,恰好便如此禀报了。仆人刚一说完,忒耳珊德洛斯便紧随其后冲了进来;原来他在路上听闻了关于我的一切,便急忙抢先赶来捉拿我。

§5.23.5

Ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπ’ ἐκπλήξεως τοῦ παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα· ὁ δὲ τὴν μὲν ὡς εἶχεν ὠθεῖ μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν καὶ εἰπὼν “ὁ μοιχὸς οὗτος” ἐμπηδᾷ καὶ ῥαπίζει με κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν, ἑλκύσας δὲ τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων κατακόπτει με πληγαῖς.

墨利忒因这出乎意料的变故惊骇得跳了起来,试图上前搂抱丈夫;他却借着势头猛力将她推开,一见到我便大喊“就是这个奸夫!”扑上前去对着我的脸颊扇了一记充满怒火的耳光,又扯着我的头发将我摔倒在地,扑在我身上一顿毒打。

§5.23.6

Ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ μηδὲν, μήθ’ ὅστις ὁ ἄνθρωπος ἦν μήθ’ οὗ χάριν ἔτυπτεν,2 ὑποπτεύσας δὲ μανικὸν εἶναι ἐδεδοίκειν ἀμύνασθαι, καίτοι δυνάμενος.

我如同身处神秘秘仪中一般茫然无知,既不知那人是谁,也不知他为何殴打我,只怀疑他是个疯子,虽有还手之力,却不敢加以还击。

§5.23.7

Ἐπεὶ δὲ ἐκάμομεν ὁ μὲν τύπτων, ἐγὼ δὲ φιλοσοφῶν,3 λέγω πρὸς αὐτὸν ἀναστὰς “τίς ποτε εἶ, ὦ ἄνθρωπε, καὶ τί με οὕτως ᾐκίσω;” Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς ὅτι καὶ φωνὴν ἀφῆκα, ῥαπίζει πάλιν καὶ καλεῖ δεσμὰ καὶ πέδας. Δεσμεύουσιν οὖν με καὶ ἄγουσιν εἴς τι δωμάτιον.

等到他打累了、而我也如哲人般隐忍到疲倦时,我站起身来对他说:“你究竟是谁,人啊,为何这般折磨我?”但他见我竟敢出声,反而更加震怒,再次扇了我一掌,并叫人拿来绳索与足枷。于是他们将我绑缚起来,押进了一间小屋。

语法注3 条
  1. 5.23.4Ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος κατὰ πόδας εἰστρέχει

    ἅμα 与 καὶ 形成呼应结构,表示“刚一……就……”的紧密时间先后关系,通过并列句式生动体现了忒耳珊德洛斯冲进来的极其迅速。

  2. 5.23.6ὥσπερ ἐν μυστηρίῳ μηδὲν , μήθ’ ὅστις ὁ ἄνθρωπος ἦν μήθ’ οὗ χάριν ἔτυπτεν

    手抄本在此处 μηδὲν 之后疑似脱落了一个分词(如 εἰδώς)。在句法上,需要补充一个表示知觉或认知的动词分词,用以统辖后面的间接疑问从句 μήθ' ὅστις ... μήθ' οὗ χάριν ...(“既不知那人是谁,也不知他为何殴打”)。

  3. 5.23.7ἐκάμομεν ὁ μὲν τύπτων, ἐγὼ δὲ φιλοσοφῶν

    第一人称复数动词 ἐκάμομεν 带有两个主格分词短语 ὁ μὲν τύπτων 与 ἐγὼ δὲ φιλοσοφῶν,构成了整体与部分同位语(partitive apposition)。此外,分词 φιλοσοφῶν 带有讽刺意味,将挨打时不还手的无可奈何与忍受戏谑地描绘为哲人式的“沉思与忍耐”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.23.1-5.23.7