← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.22.1-5.22.8

墨利忒求取媚药与留基珀得知克利托丰的贞节

墨利忒召见留基珀,请求这位色萨利女子配制媚药以令克利托丰钟情于己,并大倒苦水称克利托丰因眷恋死去的留基珀而始终不肯圆房。留基珀得知克利托丰仍守身如玉而暗自欣慰,便借口去采药而脱身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.22.1

Τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο· τῇ δὲ ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέλειαν τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ πρῶτον, εἰ ἀξίως αὐτῇ κέχρηνται· φασκουσῶν δὲ μηδὲν τῶν δεόντων ἐπιλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε τὴν ἄνθρωπον πρὸς αὐτήν.

当时她极力克制住了自己;但到了第二天,她召来受托照料留基珀的女仆们,首先询问她们是否妥善服侍了她;女仆们回称她所需的一切无所匮乏,她便吩咐把那妇人带到自己面前来。

§5.22.2

Ὡς δὲ ἦλθε “τὰ μὲν ἐμὰ ὅπως ἔσχεν” ἔφη “πρὸς σὲ φιλανθρωπίας, περισσὸν εἰδυίᾳ σοι λέγειν· ἀλλ’ ἐν οἷς ἂν δύνῃ, τὴν ἴσην ἀπότισαί μοι χάριν. Ἀκούω τὰς Θετταλὰς ὑμᾶς ὧν ἂν ἐρασθῆτε μαγεύειν1 οὕτως, ὥστε μὴ πρὸς ἑτέραν ἔτι τὸν ἄνθρωπον ἀποκλίνειν γυναῖκα, πρός τε τὴν μαγεύουσαν οὕτως ἔχειν, ὡς πάντα νομίζειν ἐκείνην αὑτῷ.

及至她来到,墨利忒说道:“我对你的仁善达到了何等程度,对已经知晓的你来说无需多言;但在你能做到的事上,请回报我以同样的恩情。我听说你们色萨利女人若爱上谁,就能施下法术,使那男子不再偏向别的妇人,并且一心向着施术者,以至于视她为自己的一切。

§5.22.3

Ἐμοὶ τοῦτο, φιλτάτη, φλεγομένῃ πάρασχε φάρμακον. Τὸν νεανίσκον εἶδες, τὸν ἅμα ἐμοὶ χθὲς βαδίζοντα;” “Τὸν ἄνδρα” ἔφη “λέγεις τὸν σόν;” ὑπολαβοῦσα πάνυ κακοήθως ἡ Λευκίππη· ʽτοῦτο γὰρ ἀκήκοα παρὰ τῶν κατὰ τὴν οἰκίαν.ʼ “Ποῖον ἄνδρα;” Μελίτη εἶπεν· “οὐδὲν κοινόν ἐστιν καὶ τοῖς λίθοις.

最亲爱的,请把这良方赐给正受情火煎熬的我吧。你见过昨天与我一同走着的那个青年吗?”“您指的是您的丈夫吗?”留基珀极其刁巧地插话道,“因为我从这宅子里的人口中听到了这话。”“什么丈夫?”墨利忒说道,“我和他毫无交集,同石头相比也没有分别。

§5.22.4

Ἀλλά με παρευδοκιμεῖ τις νεκρά· οὔτε γὰρ ἐσθίων οὔτε κοιμώμενος ἐπιλαθέσθαι δύναται τοῦ Λευκίππης ὀνόματος· τοῦτο γὰρ αὐτὴν καλεῖ. Ἐγὼ δέ, φίλη, μηνῶν τεσσάρων ἐν Ἀλεξανδρείᾳ δι’ αὐτὸν διέτριψα δεομένη, λιπαροῦσα, ὑπισχνουμένη, τί γὰρ οὐ λέγουσα, τί δὲ οὐ ποιοῦσα τῶν ἀρέσαι δυναμένων. Ὁ δὲ σιδηροῦς τις ἢ ξύλινος ἦν ἄρα πρὸς τὰς δεήσεις τὰς ἐμάς, μόλις δὲ τῷ χρόνῳ πείθεται· ἐπείσθη δὲ μέχρι τῶν ὀμμάτων. Ὄμνυμι γάρ σοι τὴν Ἀφροδίτην αὐτὴν ὡς ἤδη πέμπτην ἡμέραν αὐτῷ συγκαθεύδουσα οὕτως ἀνέστην ὡς ἀπ’ εὐνούχου· ἔοικα δὲ εἰκόνος ἐρᾶν· μέχρι γὰρ τῶν ὀμμάτων ἔχω τὸν ἐρώμενον.

反而是一个死去的妇人夺走了我的宠幸;因为无论是吃饭还是入眠,他都无法忘怀留基珀的名字——他就那样唤她。而我,亲爱的,为了他而在亚历山大里亚滞留了四个月,哀求、软缠、许诺,什么样的话 没说过,凡是能讨他欢心的事又有哪样没做过!然而面对我的恳求,他简直就像铁石或木头一般,过了许久才勉强顺从;但他也仅仅顺从到了双眼的程度。我指着阿佛洛狄忒本人向你起誓,我与他同床共枕如今已是第五天,清晨起身却如同睡在阉人身旁一般;我倒像是爱上了一尊雕像,因为仅仅是在眼睛所及的范围内,我才拥有我的情人。

§5.22.6

Δέομαι δέ σου γυναικὸς γυνὴ τὴν αὐτὴν δέησιν, ἣν καὶ σύ μου χθὲς ἐδεήθης· δός μοί τι ἐπὶ τοῦτον τὸν ὑπερήφανον· σώσεις γάρ μου τὴν ψυχὴν διαρρεύσασαν ἤδη.” Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη, ἡσθῆναι μὲν ἐδόκει τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι,2 φήσασα δὲ ἀνερευνήσειν, εἰ συγχωρήσειεν αὐτῇ, βοτάνας γενομένη κατὰ τοὺς ἀγρούς, ἀπιοῦσα ᾤχετο· ἀρνουμένη γὰρ οὐκ ᾤετο πίστιν ἕξειν· ὅθεν οἶμαι καὶ ἐπηγγείλατο.

因此,我作为一个女人向另一个女人提出同样的请求,正如你昨日向我恳求的那样:请给我一些对付这傲慢男子的法术吧;因为你将拯救我这已经快要耗竭的灵魂。”留基珀听了这话,似乎因我未曾与那妇人发生过什么而暗自欣喜,但她表示只要墨利忒准许,她便去田野间寻访草药,随后便转身离开了;因为她觉得如果拒绝,就不会获得信任;我想这正是她答应下来的缘故。

§5.22.8

Ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγόνει καὶ μόνον ἐλπίσασα· τὰ γὰρ ἡδέα τῶν πραγμάτων κἂν μήπω παρῇ τέρπει ταῖς ἐλπίσιν.

墨利忒仅仅凭着这一份希望,心情就轻松了许多;因为令人欢愉的事物即便尚未到来,也能借着希望使人欣悦。

语法注2 条
  1. 5.22.2ὧν ἂν ἐρασθῆτε μαγεύειν

    关系代词 ὧν 因从属从句动词 ἐρασθῆτε 要求属格补足语而采用属格形式。作为不定式 μαγεύειν 直接宾语的先行词(τούτους)被省略,其原本的句法结构为 μαγεύειν [τούτους] ὧν ἂν ἐρασθῆτε(“向你们所爱上的人施法”)。

  2. 5.22.7τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι

    带冠词不定式短语 τῷ... πεπρᾶχθαι 在此充当原因与格,修饰不定式 ἡσθῆναι(“感到欣喜”)。不定式的逻辑主语是宾格代词 μηδέν,动作主体则是与完成时被动态不定式 πεπρᾶχθαι 搭配的施事与格 μοι(“由我”)。此处第一人称代词 μοι 的出现,明确体现了全篇叙述者克利托丰从自身视角回顾情节的话语框架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.22.1-5.22.8