- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.21.1-5.21.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克雷托丰给留基珀复信誓明自己的贞洁,随后在宴席和寝室中假装患病,以推脱墨利忒对圆房的迫切催促。
Ἄρχομαι δὴ γράφειν Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. Δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. Εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἐστὶ καὶ ἐν ἀνδράσι παρθενία· εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεοὺς ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι.1 Ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο δίδωμι δὲ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ· ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος· ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν·2 ἐμοὶ δ’ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν.
于是我便动笔写道:“向您问安,我的女主人留基珀。我在幸运之中却是不幸的,因为虽同在此处,我却要像相隔两地般通过书信来见您。因此,若您愿意等待真相而不预先定我的罪,您就会得知我一直效法着您的贞洁——如果男子当中也有贞洁可言的话;但若您未经辩白就已憎恨我,我便指着拯救您的诸神向您起誓,我很快就会就此事向您作出辩白。祝您安好,最亲爱的人,愿您垂怜。”我把信交给萨堤洛斯,求他对她说些关于我的得体的话;我自己则重新回到宴席上,心中同时充满了喜悦与悲痛。因为我知道,墨利忒今夜绝不会放过我而不与我圆房;但对我而言,既然找回了留基珀,哪怕看别的女人一眼都是绝不可能的。
Τὸ μὲν οὖν πρόσωπον ἐβιαζόμην μηδὲν ἀλλοῖον παρέχειν ἢ πρὶν ἦν· οὐ πάντη δὲ κρατεῖν ἠδυνάμην. Ὡς δὲ ἐνικώμην, σκήπτομαι φρίκην μοι ἐπιδραμεῖν· ἡ δὲ συνῆκε μὲν ὅτι κατὰ τῆς ὑποσχέσεως προφασίζομαι· ἐλέγχειν δὲ οὐκ ἠδύνατο τὴν πρόφασιν.
于是我极力克制脸色,使之不显出与往常有何不同,但我并不能完全控制得住。当我要支撑不住时,便托辞一阵寒颤袭来了;她固然明白我是违背诺言在找借口,却又无法揭穿这借口。
Ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, ἡ δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ’ ἡμιτελεῖ τῷ δείπνῳ συνανίσταται. Ὡς δὲ εἰς τὸν θάλαμον παρήλθομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου τὴν ὑπόκρισιν, ἡ δ’ ἐλιπάρει καὶ ἔλεγε “τί ταῦτα ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; Ἰδοὺ καὶ τὴν θάλατταν διεπλεύσαμεν, ἰδοὺ καὶ Ἔφεσος ἡ προθεσμία τῶν γάμων.
我于是粒米未进便起身准备就寝,而她也毫不耽搁,抛下吃了一半的晚饭随着我一同起身。当我们走进内室,我越发夸大这病痛的伪装,她则苦苦央求道:“你为何要这样?究竟要折磨我到何时?瞧,大海我们已经渡过,瞧,婚期的约定之地以弗所也已到达。
Ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; Ποταμὸν παρατιθεὶς πολὺν κωλύεις πίνειν· τοσοῦτον χρόνον ὕδωρ ἔχουσα διψῶ ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ· τοιαύτην ἔχω τὴν εὐνήν, οἵαν ὁ Τάνταλος τὴν τροφήν.” Ταῦτα ἔλεγε καὶ ἔκλαεν ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν οὕτως ἐλεεινῶς, ὥστε παθεῖν μέ τι τὴν ψυχήν. Οὐκ εἶχον δὲ ὅστις γένωμαι·3 καὶ γὰρ ἐδόκει μοι δίκαια ἐγκαλεῖν.
我们还要等待哪一天呢?还要像在圣所中一样同榻而卧到几时?你摆下一条滔滔大河却不许人饮用;拥有流水这么久,我睡在泉水之侧却依然焦渴;我所得到的卧榻,正如坦塔罗斯所面对的食物。”她说着便把头靠在我的胸口痛哭,情状如此凄惨,令我的心也大受震动。我竟不知如何是好,因为我觉得她的抱怨确是在理。
Λέγω οὖν πρὸς αὐτὴν “ὄμνυμί σοι, φιλτάτη, τοὺς πατρῴους θεούς· ἦ μὴν σφόδρα καὶ αὐτὸς ἐπείγομαί σου τὴν σπουδὴν ἀμείψασθαι. Ἀλλ’ οὐκ οἶδα” ἔφην “τί πέπονθα· νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν.
于是我对她说:“最亲爱的人,我指着家邦的列神向你起誓:我本人确实也非常急切地想报答你的深情厚意。但我不知道,”我说,“自己究竟是怎么了;一阵疾病突然落到了我身上。
Οἶδας δὲ ὅτι ὑγιείας χωρὶς οὐδέν ἐστιν Ἀφροδίτη.” Καὶ ἅμα λέγων ἀπέψων αὐτῆς τὰ δάκρυα καὶ ὅρκοις ἑτέροις ἐπιστούμην ὡς οὐκ εἰς μακρὰν ὧν θέλει τεύξεται.
你也知道,失去健康便毫无爱欲可言。”我一边说着,一边擦去她的眼泪,并以别的誓言向她保证,她所期盼的事不久便能如愿。
- 5.21.1ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι
τὸ ἔργον 在此处作 ἀπολογήσομαι 的直接宾语(表所辩白之事的宾格),意为“就此事(这一行为)向你作出辩白”。
- 5.21.1τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν
接在带有否定意义的主动词短语(οὐκ ἀνήσουσάν με,“不会放过我/不会罢休”)之后的带冠词不定式结构,内含双重否定(μὴ οὐ)。整体表示“绝不会放任我们的婚事不予完婚”,即执意要求当晚圆房。
- 5.21.5Οὐκ εἶχον δὲ ὅστις γένωμαι
由 οὐκ εἶχον 支配带深思型虚拟语气(γένωμαι)的间接疑问句构成的惯用表达,表示困惑和不知所措,意为“我竟不知自己该如何是好(该变成怎样的人/该如何应对)”。
