- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.20.1-5.20.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
读罢信函的克雷托丰陷入绝望并为回信而苦恼,向萨堤洛斯坚称自己虽与墨利忒同床却依然守身如玉。
“Οἴμοι, πῶς ἀπολογήσομαι, Σάτυρε;” ἔφην· “ἑαλώκαμεν· Λευκίππη κατέγνωκεν ἡμῶν· τάχα δὲ καὶ μεμισήμεθα. Ἀλλὰ πῶς ἐσώθη φράσον σὺ καὶ τίνος σῶμα ἐθάψαμεν;” “Αὐτή σοι κατὰ καιρὸν φράσει· τὸ δὲ νῦν” ὁ Σάτυρος ἔφη “ἀντιγράψαι σε δεῖ καὶ ἱλάσασθαι τὴν κόρην.
“唉,萨堤洛斯,我该如何为自己申辩呢?”我说,“我们被逮个正着了;留基珀已经判定我们有罪,甚至可能已经憎恨我们了。但你快告诉我,她究竟是如何得救的,而我们埋葬的又是谁的尸体?”“这事她到时候自会向您说明;但眼下,”萨堤洛斯说,“您必须写一封回信去安抚这位姑娘。
Κἀγὼ γὰρ αὐτῇ διωμοσάμην, ὡς ἄκων ἔγημας.” “Εἶπας γὰρ” ἔφην “ὅτι καὶ ἔγημα; ἀπολώλεκάς με.” “Τῆς εὐηθείας·1 ὅλη γὰρ ἡ πόλις οὐκ οἶδε τὸν γάμον;” “Ἀλλ’ οὐκ ἔγημα, μὰ τὸν Ἡρακλέα, Σάτυρε, καὶ τὴν παροῦσαν τύχην.”
因为我也曾向她起誓,说您是身不由己才成婚的。”“你居然说,”我说,“我甚至成了婚?你毁了我了!”“真是天真得可以!难道全城的人还不知道这桩婚事吗?”“可是我根本没有成婚,指着赫拉克勒斯和眼下的命运起誓,萨堤洛斯!”
“Παίζεις, ὠγαθέ· συγκαθεύδεις.” “Οἶδα μὲν ἄπιστα λέγων, ἀλλ’ οὔπω πέπρακται· καθαρὸς εἰς ταύτην τὴν ἡμέραν Μελίτης Κλειτοφῶν.2
“您在开玩笑吧,我的好东家;您分明和她睡在一张床上。”“我知道我说的话令人难以置信,但事情尚未发生;直到今天,克雷托丰对墨利忒依然是纯洁无瑕的。
Ἀλλὰ τί γράψω, λέγε· σφόδρα γάρ με ἐξέπληξε τὸ συμβάν, ὥστε ἀπόρως ἔχω.” “Οὐκ εἰμί σου σοφώτερος” ὁ Σάτυρος εἶπεν· “ἀλλὰ αὐτός σοι ὁ ἔρως ὑπαγορεύσει. Μόνον διὰ ταχέων.”
可是你告诉我,我该写些什么呢?因为发生的事令我极为震惊,以至于我全无主意了。”“我并不比您更有智慧,”萨堤洛斯说,“但爱神自己会向您口授的。只要抓紧时间就好。”
- 5.20.2Τῆς εὐηθείας
感叹属格(genitive of exclamation)。作为独立的名词属格使用,表达对对方言论的错愕或讽刺(“真是天真/糊涂啊!”),用以驳斥克雷托丰对他人提及婚事的震惊反应。
- 5.20.3καθαρὸς εἰς ταύτην τὴν ἡμέραν Μελίτης Κλειτοφῶν
形容词 καθαρός 后接表示分离的夺格性属格 Μελίτης,意为“未受墨利忒染指的/对墨利忒保持清白的”(即未与其发生性关系)。克雷托丰以第三人称称呼自己,赋予这一声明郑重庄严的色彩。因前文中的 ἔγημα(结婚)不仅指仪式,更隐含性关系的完成,故克雷托丰以肉体清白为由坚称自己并未“成婚”。
