- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.19.1-5.19.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
读完信后克利托丰百感交集,从萨堤洛斯口中证实庄园里的女奴正是留基珀本人;在仆人的劝告下他抑制住冲动重读来信,为留基珀的苦难与责备陷入极度的自责与悲痛。
Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ·1 ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον, ἠχθόμην. Λέγω οὖν πρὸς τὸν Σάτυρον “πότερον ἐξ Ἅδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει; Λευκίππη πάλιν ἀνεβίω;” “Μάλιστα” ἔφη, “καὶ ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς.2 Τότε μὲν οὖν οὐδ’ ἂν ἄλλος αὐτὴν ἰδὼν ἐγνώρισεν, ἔφηβον οὕτω γενομένην· τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ ἐνήλλαξεν.” “Εἶτα ἕστηκας” ἔφην “ἐπὶ τηλικούτοις ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ̓ οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;” “Μὴ σύ γε” εἶπεν ὁ Σάτυρος· “ἀλλ’ ἐνεὸς κάτασχε3 “μὴ πάντα ἀπολέσῃς”, ἕως περὶ τούτων ἀσφαλέστερον βουλευσώμεθα.
读到这些话时,我一时间百感交集:既如火中烧,又面色惨白;既惊奇,又疑虑;既欣喜,又悲痛。于是我对萨堤洛斯说:“你是从冥府把这封信带来的吗,抑或这到底是什么意思?留基珀又活过来了吗?”“正是如此,”他说,“而且她就是您在庄园里见到的那个女子。当时任凭换作别人,见到她也不会认出来的,因为她竟变成了一个少年模样;是她那剪短的头发使她彻底改变了模样。”“那么,”我说,“面对如此天大的喜事,你竟然还站在那里,只让我的耳朵得享欢愉,却不让我的眼睛也亲眼看到这美好的事物吗?”“您万万不可如此!”萨堤洛斯说,“相反,您要闭口不言、保持镇静,以免毁掉一切,直到我们能对这些事作更安全的商议。
Γυναῖκα ὁρᾷς πρώτην Ἐφεσίων μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν.” “Ἀλλ’ οὐ δύναμαι” ἔφην· ʽἐπέρχεται γὰρ διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά.
您看,一位以弗所首屈一指的贵妇正为您而发狂,而我们却孤立无援地陷在罗网之中。”“但我克制不住,”我说,“因为喜悦正穿过我身体的每一处经络奔涌而来。
Ἀλλ̓ ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ.ʼ Καὶ ἅμα αὖθις ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δι’ αὐτῶν βλέπων, καὶ ἀναγινώσκων καθ’ ἓν ἔλεγον “δίκαια ἐγκαλεῖς, φιλτάτη. Πάντα δι’ ἐμὲ ἔπαθες· πολλῶν σοι γέγονα κακῶν αἴτιος.” Ὡς δὲ εἰς τὰς μάστιγας καὶ εἰς τὰς βασάνους ἐγενόμην, ἃς ὁ Σωσθένης αὐτῇ παρετρίψατο, ἔκλαον ὥσπερ αὐτὰς τὰς βασάνους βλέπων αὐτῆς· ὁ γὰρ λογισμὸς πέμπων τῆς ψυχῆς τὰ ὄμματα πρὸς τὴν ἀπαγγελίαν τῶν γραμμάτων, ἐδείκνυ τὰ ὁρώμενα ὡς δρώμενα·4 πάνυ δὲ ἠρυθρίων ἐφ’ οἷς μοι τὸν γάμον ὠνείδιζεν, ὥσπερ ἐπ’ αὐτοφώρῳ μοιχὸς κατειλημμένος. Οὕτως ᾐσχυνόμην καὶ τὰ γράμματα.
可是瞧啊,她在信中责备我了。”与此同时,我再次展读这封信,仿佛透过字迹看到了她本人,逐字逐句地读着说道:“最亲爱的人啊,你的责备是公道的。你所受的一切全是为了我;我成了你许多灾祸的根源。”及至读到苏斯忒涅斯加诸她身上的鞭笞与拷打时,我痛哭流涕,仿佛亲眼目睹了她所受的种种酷刑;因为心智将灵魂之眼引向信件的叙述,把所见的景象呈现得宛如正在眼前发生一样。而当读到她责怪我结婚的地方时,我顿时满面通红,就像一个被当场捉住的通奸者。我甚至面对着这封信,也是如此深感羞愧。
- 5.19.1πάντα ἐγινόμην ὁμοῦ
中性复数主格/宾格 πάντα 与 ἐγινόμην 连用,充当表语补足语,属于惯用的夸张修辞,意为“我一时间成了所有的状态”(即各种矛盾的情绪齐集一身)。紧接其后的六个未完成过去时动词(ἀνεφλεγόμην、ὠχρίων 等)具体列举了这一“全部(πάντα)”的内容。
- 5.19.2ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς
省略了先行词(如 αὕτη)的关系从句 ἣν εἶδες... 充当系动词/存在动词 ἔστιν 的表语补足语,意即“她就是你在庄园里见到的那个人”。
- 5.19.3ἐνεὸς κάτασχε
形容词 ἐνεός(“哑口无言的、沉默的”)充当表语性补足语或副词性修饰语,修饰命令式 κάτασχε。此处 κατέχω 作不及物动词(或省略了反身代词 ἑαυτόν),意为“保持克制”、“静止不动”。
- 5.19.6τὰ ὁρώμενα ὡς δρώμενα
利用 ὁράω(看)与 δράω(做/行动)的同韵与对偶所构成的修辞表达。在本段语境中,τὰ ὁρώμενα 指通过阅读在心灵中“所想象/看见的景象”,而 δρώμενα 指“实际发生/正在上演的事”,连词 ὡς(“宛如”)将两者联系起来。
