- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.18.1-5.18.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宴饮之际克利托丰应萨堤洛斯的示意离席,收到了留基珀送来的一封信。留基珀在信中痛诉自己为他受尽艰辛屈辱,声明自己仍守贞洁,并请求克利托丰促成她被送返故土。
Ἑστιωμένῳ δέ μοι μεταξὺ1 σημαίνει νεύσας ὁ Σάτυρος προανίστασθαι, καὶ ἦν τὸ πρόσωπον ἐσπουδακώς.2 Σκηψάμενος οὖν ὑπό τινος τῶν κατὰ τὴν γαστέρα ἐπείγεσθαι ἐξανίσταμαι· καὶ ἐπεὶ προῆλθον, λέγει μὲν οὐδέν, ἐπιστολὴν δὲ ὀρέγει. Λαβὼν δέ, πρὶν ἀναγνῶναί κατεπλάγην εὐθύς· ἐγνώρισα γὰρ Λευκίππης τὰ γράμματα. Ἐγέγραπτο δὲ τάδε· ΛΕΥΚΙΠΠΗ ΚΛΕΙΤΟΦΩΝΤΙ ΤὩ??ʼ ΔΕΣΠΟΤἩ??ʼ ΜΟΥ.
正当我在席间进餐时,萨堤洛斯点头向我示意,要我先退席,神色显得十分凝重。于是我借口腹中急迫需要方便而站起身来;及至走出来后,他一言不发,递给我一封信。我接过来,尚未展读便立刻惊愕不已,因为我认出了留基珀的字迹。上面写着如下的话:‘留基珀致我的主人克利托丰。
Τοῦτο γάρ σε δεῖ καλεῖν, ἐπεὶ καὶ τῆς δεσποίνης ἀνὴρ εἶ τῆς ἐμῆς. Ὅσα μὲν διὰ σὲ πέπονθα, οἶδας· ἀνάγκη δὲ νῦν ὑπομνῆσαί σε.
我确实应当这样称呼你,因为你如今也是我家女主人的丈夫了。我为你承受了多少磨难,你心里清楚;但如今却不得不提醒你一番。
Διὰ σὲ τὴν μητέρα κατέλιπον καὶ πλάνην εἱλόμην, διὰ σὲ πέπονθα ναυαγίαν καὶ λῃστῶν ἠνεσχόμην· διὰ σὲ ἱερεῖον γέγονα καὶ καθαρμὸς καὶ τέθνηκα ἤδη δεύτερον, διὰ σὲ πέπραμαι καὶ ἐδέθην σιδήρῳ καὶ δίκελλαν ἐβάστασα καὶ ἔσκαψα γῆν καὶ ἐμαστιγώθην, ἵνα σὺ ὃ γέγονας ἄλλῃ γυναικὶ κἀγὼ ἑτέρῳ ἀνδρὶ γένωμαι;3
为你,我抛弃了母亲,选择了流浪漂泊;为你,我遭遇了海难,忍受了盗贼的凌辱;为你,我成了祭牲和净罪之具,且已经历了两次死亡;为你,我被贩卖,套上铁链,手持鹤嘴锄,刨掘泥土,惨遭鞭笞——难道这一切,就是为了让你成为另一个女人的丈夫,而我也成为另一个男人的女人吗?
Μὴ γένοιτο. Ἀλλ’ ἐγὼ μὲν ἐπὶ τοσαύταις ἀνάγκαις διεκαρτέρησα, σὺ δὲ ἄπρατος, ἀμαστίγωτος γαμεῖς. Εἴ τις οὖν τῶν πεπονημένων διὰ σὲ κεῖται χάρις,4 δεήθητί σου τῆς γυναικὸς ἀποπέμψαι, ὡς ἐπηγγείλατο· τὰς δὲ δισχιλίας, ἃς ὁ Σωσθένης ὑπὲρ ἐμοῦ κατεβάλετο, πίστευσον ἡμῖν καὶ ἐγγύησαι πρὸς τὴν Μελίτην ὅτι πέμψομεν· ἐγγὺς γὰρ τὸ Βυζάντιον.
断乎不该如此!我在如此多的苦难强迫中坚忍熬过,而你未经贩卖、未受鞭笞,倒成起婚来了!倘若因我为你所受的劳苦还存有哪怕一丝恩义,就请恳求你的妻子依其诺言将我送返家乡;至于苏斯忒涅斯为我垫付的两千德拉克马,请你相信我们,并向墨利忒担保我们必定如数寄来,因为拜占庭离这里并不遥远。
Ἐὰν δὲ καὶ ἀποτίσῃς, νόμιζε μισθόν μοι δεδωκέναι τῶν ὑπὲρ σοῦ πόνων. Ἔρρωσο καὶ ὄναιο τῶν καινῶν γάμων. Ἐγὼ δὲ ἔτι σοι ταῦτα γράφω παρθένος.
即便由你替我偿还,便权当你为我因你所受的辛劳支付了酬劳吧。祝你安好,并尽情享受你的新婚之喜。而我给你写下这些时,仍是一位处女。’
- 5.18.1Ἑστιωμένῳ δέ μοι μεταξὺ
副词 μεταξὺ 与与格分词 ἑστιωμένῳ(与代词 μοι 一致)连用,构成表示时间同时性的结构,意为‘正当我在用餐之际’。
- 5.18.1ἦν τὸ πρόσωπον ἐσπουδακώς
由未完成式系动词 ἦν 与完成式主动态分词 ἐσπουδακώς 构成的迂说法(periphrasis),用以表达持续状态;τὸ πρόσωπον 为限定(关系)宾格,意为‘面部神情显得庄重凝重’。
- 5.18.4ἵνα σὺ ὃ γέγονας ἄλλῃ γυναικὶ κἀγὼ ἑτέρῳ ἀνδρὶ γένωμαι;
由 ἵνα 加虚拟式 γένωμαι 构成的目的从句,承接前文罗列的受难史,用作表示愤慨的反问句。ὃ γέγονας(‘你对另一个女人所成为的那种身份’)呼应前文的 ἀνὴρ εἶ(丈夫),并作后半句 κἀγὼ ἑτέρῳ ἀνδρὶ γένωμαι 暗含的谓语补足语(‘难道我也要对另一个男人成为妻子吗?’)。
- 5.18.5κεῖται χάρις
动词 κεῖται 在此用作 τίθημι 的被动态对应词(类似于 χάριν κατατίθεμαι),表示‘因所受苦难而存留着/积攒着恩惠或感激’。
