← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.17.1-5.17.10

抵达以弗所与墨利忒解救戴枷女奴

克利托丰与墨利忒抵达以弗所后来到城郊庄园,一名戴着沉重脚镣并遭受虐待的女奴伏地向他们求救。克利托丰因她貌似留基珀而心神震动,墨利忒则罢免了管家苏斯忒涅斯并下令救助这名女子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.17.1

Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. Οἰκία μεγάλη καὶ πρώτη τῶν ἐκεῖ, θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ πολυτελής.

在接下来的五天航程结束后,我们抵达了以弗所。她在当地的宅邸宏伟非凡,居于首位,仆从众多,其余布置亦极尽奢华。

§5.17.2

Κελεύει δὴ δεῖπνον ὡς ὅτι ἐκπρεπέστατον ἑτοιμάζειν· “ἡμεῖς δὲ τέως” ἔφη “χωρήσωμεν εἰς τοὺς ἀγρούς.” Ἀπεῖχον δὲ τῆς πόλεως σταδίους τέτταρας. Ἐπικαθίσαντες οὖν ὀχήματι ἐξήλθομεν.

她下令备下一顿极尽丰盛的晚宴。“至于我们,”她说,“暂且先去乡间的庄园走走吧。”那处庄园离城有四个斯塔狄昂远。于是我们登上一辆马车出发了。

§5.17.3

Καὶ ἐπεὶ τάχιστα παρεγενόμεθα, διεβαδίζομεν τοὺς ὀρχάτους τῶν φυτῶν, καὶ ἐξαίφνης προσπίπτει τοῖς γόνασιν ἡμῶν γυνή, χοίνιξι παχείαις δεδεμένη, δίκελλαν κρατοῦσα, τὴν κεφαλὴν κεκαρμένη, ἐρρυπωμένη τὸ σῶμα, χιτῶνα ἀνεζωσμένη ἄθλιον πάνυ, καὶ “ἐλέησόν με” ἔφη “δέσποινα, γυνὴ γυναῖκα, ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν, ὡς δοκεῖ τῇ Τύχῃ,” καὶ ἅμα ἐσιώπησε.

我们刚一到达,正穿行于果树林畦之间,突然有一名妇人扑倒在我们膝前;她戴着沉重的脚镣,手持一把鹤嘴锄,头发被剃光,浑身污秽,腰间系着一件极破旧的短袍。她说:“女主人啊,求你可怜可怜我,同为女人而体恤女人吧——我生来本是自由人,如今却如命运所定,沦为奴隶。”说完,她便沉默不语了。

§5.17.4

Λέγει οὖν ἡ Μελίτη “ἀνάστηθι, ὦ γύναι· λέγε τίς εἶ καὶ πόθεν, καὶ τίς σοι τοῦτον περιέθηκε τὸν σίδηρον· κέκραγε γάρ σου καὶ ἐν κακοῖς ἡ μορφὴ τὴν εὐγένειαν.” “Ὁ σὸς” εἶπεν “οἰκέτης, ὅτι αὐτῷ μὴ πρὸς εὐνὴν ἐδούλευον.

墨利忒便说:“妇人,站起来;告诉我你是谁,来自何处,又是谁给你套上了这副铁镣;因为即便身陷逆境,你的容貌举止仍昭示着高贵的门第。”她说:“是您的奴仆,只因我不愿在床榻上伺候他。

§5.17.5

Ὄνομά Λάκαινα, Θετταλὴ τὸ γένος, καί σοι προσφέρω μου ταύτην τὴν τύχην ἱκετηρίαν.1 Ἀπόλυσόν με τῆς καθεστώσης συμφορᾶς· πάρασχε δέ μοι τὴν ἀσφάλειαν, ἔστ’ ἂν ἀποτίσω τὰς δισχιλίας· τοσούτου γάρ με ὁ Σωσθένης ἀπὸ τῶν λῃστῶν ἐωνήσατο.

我名叫拉凯娜,按出身是色萨利人,我把自己的这一不幸境遇呈献于您,当作恳求的信物。求您救我脱离眼下的灾祸;请保全我的安全,直到我偿还那两千德拉克马——苏斯忒涅斯当初就是以这个价钱从强盗手中将我买下的。

§5.17.6

Ποριοῦμεν δέ, εὖ ἴσθι, τὴν ταχίστην· εἰ δὲ μή, σοὶ δουλεύσομεν. Ὁρᾷς δὲ καὶ πληγαῖς ὡς κατέξηνέ με πολλαῖς.” Καὶ ἅμα διανοίξασα τὸν χιτῶνα δείκνυσι τὰ νῶτα διαγεγραμμένα ἔτι οἰκτρότερον.

请确信,我们必将尽快筹齐;若是不然,我愿做您的奴婢。您也看到了,他用这许多鞭笞将我折磨成了什么样子。”说着,她扯开短袍,露出背上被抽打得更为惨痛的道道伤痕。

§5.17.7

Ὡς οὖν ταῦτα ἠκούσαμεν, ἐγὼ μὲν συνεχύθην· καὶ γάρ τι ἐδόκει Λευκίππης ἔχειν·2 ἡ δὲ Μελίτη ἔφη “θάρρει, γύναι· τούτων γάρ σε λύσομεν εἴς τε τὴν οἰκείαν προῖκα ἀποπέμψομεν. Τὸν Σωσθένην καλεσάτω τις ἡμῖν.” Ἡ μὲν οὖν εὐθὺς τῶν δεσμῶν ἠλευθεροῦτο, ὁ δὲ παρῆν τεταραγμένος. Λέγει οὖν ἡ Μελίτη “ὦ κακὴ κεφαλή, τίνα ποτὲ κἂν τῶν ἀχρειοτάτων οἰκετῶν τεθέασαι παρ’ ἡμῖν οὕτως ᾐκισμένον; τίς αὕτη; λέγε μηδὲν ψευσάμενος.”

我们听了这话,我心中顿时方寸大乱;因为她似乎颇有些留基珀的形容神采。墨利忒则说:“安心吧,妇人;我们必将为你解开这些镣铐,并将你免费送回家乡。去个人,把苏斯忒涅斯给我叫来。” 于是那妇人立刻被解除了镣铐,而他则神色慌张地赶了过来。墨利忒说道:“你这恶徒,在我们家里,你何曾见过即使是最无用的奴仆受过这般酷刑?这女子到底是谁?如实道来,休得撒谎。”

§5.17.9

“Οὐκ οἶδα” εἶπεν “ὦ δέσποινα, πλὴν ἔμπορός τις, ὄνομα Καλλισθένης, ταύτην μοι πέπρακε, φάσκων ἐωνῆσθαι μὲν αὐτὴν ἀπὸ λῃστῶν, εἶναι δὲ ἐλευθέραν· ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν.” Ἡ δὲ τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσε, τὴν δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ ἐσθῆτα ἀμφιέσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν· διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, ἐπανῄειμεν εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν.

他说:“女主人,我不知情,只是一位名叫卡利斯忒涅斯的商人把她卖给了我,声称自己是从强盗手里买下了她,但她本是自由人;那商人叫她拉凯娜。” 墨利忒当即撤销了他所掌管的庄园职事,将那女子交托给侍女们,命她们为她沐浴,换上洁净的衣服,并带到城里去。墨利忒处理完她为此而来的庄园事务后,便与我一同登上马车,我们返回城中,准备享用晚宴。

语法注2 条
  1. 5.17.5μου ταύτην τὴν τύχην ἱκετηρίαν

    名词 ἱκετηρία 原指恳求者手持的缠有羊毛的橄榄枝(ἱκετηρία ῥάβδος 或 ἐλαία),在此作抽象名词 ταύτην τὴν τύχην 的宾语补足语(述语性宾格)。这是一种修辞隐喻,意为“我把自己的这一不幸境遇本身,当作求告的信物(橄榄枝)呈献给您”。

  2. 5.17.7καὶ γάρ τι ἐδόκει Λευκίππης ἔχειν

    句式 ἔχω τι τινός 是表示“带有某人的某种特征/神貌,与某人有相似之处”的成语性用法。τι 作直接宾语(宾格,“某种东西、少许”),Λευκίππης 则是表示所属或分有的部分属格(partitive genitive)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.17.1-5.17.10