← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§5.16.1-5.16.8

克雷托丰借大海戒律与亡灵推拒同房

墨利忒在船上逼迫克雷托丰圆房,克雷托丰以留基珀亡魂的忌讳和大海的清规戒律为由婉拒,最终劝说她等到登岸再行结合,度过了这一夜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.16.1

Κἀγὼ εἶπον “μή με βιάσῃ λῦσαι θεσμὸν ὁσίας νεκρῶν· οὔπω τῆς ἀθλίας ἐκείνης τοὺς ὅρους παρήλθομεν, ἕως ἂν γῆς ἐπιβῶμεν ἑτέρας. Οὐκ ἤκουσας, ὡς ἐν θαλάσσῃ τέθνηκεν; ἔτι πλέω Λευκίππης τὸν τάφον·1 τάχα που περὶ τὴν ναῦν αὐτῆς εἰλεῖται τὸ εἴδωλον.

于是我说:“请不要强迫我违背死者当得的神圣法度;在我们踏上另一片土地之前,我们尚未走过那位可怜女子的界限。你难道没听过她葬身大海了吗?我如今仍航行在留基珀的坟墓之上;想必她的幽魂正徘徊在船的四周。

§5.16.2

Λέγουσι δὲ τὰς ἐν ὕδατι ψυχὰς ἀνῃρημένας μηδὲ εἰς Ἅδου καταβαίνειν ὅλως, ἀλλ’ αὐτοῦ περὶ τὸ ὕδωρ ἔχειν τὴν πλάνην, καὶ ἐπιστήσεται τάχα ἡμῖν συμπλεκομένοις. Ἐπιτήδειον δέ σοι δοκεῖ τὸ χωρίον εἶναι πρὸς γάμον; γάμος ἐπὶ κύματος, γάμος ὑπὸ θαλάσσης φερόμενος; θάλαμον ἡμῖν θέλεις γενέσθαι μὴ μένοντα;”

人们说,在水中死去的灵魂根本不会下到哈得斯的冥界,而是在那里的水面上漂泊游荡;当我们相拥之时,她或许就会赫然出现在我们面前。而且,在你看来,此地当真适合举行婚礼吗?在波浪之上的婚礼,随大海漂流的婚礼?你难道希望我们拥有一间无法安定的洞房吗?”

§5.16.3

“Σὺ μὲν” ἔφη “σοφίζῃ, φίλτατε· πᾶς δὲ τόπος τοῖς ἐρῶσι θάλαμος· οὐδὲν γὰρ ἄβατον τῷ θεῷ. Θάλασσα δὲ μὴ καὶ οἰκειοτάτη ἐστὶν Ἔρωτι καὶ Ἀφροδισίοις μυστηρίοις;2 θυγάτηρ Ἀφροδίτη Θαλάσσης.

“你这是在狡辩,我最亲爱的人,”她说,“然而对于相爱之人而言,任何地方皆可成为洞房,因为对那位神明来说没有不可踏足之地。大海岂不与厄洛斯及阿芙洛狄忒的秘仪最为相合吗?阿芙洛狄忒本就是大海的女儿。

§5.16.4

Χαρισώμεθα τῇ γαμηλίῳ θεῷ, τιμήσωμεν αὐτῆς γάμῳ τὴν μητέρα· ἐμοὶ μὲν γὰρ δοκεῖ τὰ παρόντα γάμων εἶναι σύμβολα. Ζυγὸς μὲν οὗτος ὑπὲρ κεφαλῆς κρεμάμενος, δεσμοὶ δὲ περὶ τὴν κεραίαν τεταμένοι· καλά γε, ὦ δέσποτα, τὰ μαντεύματα· ὑπὸ ζυγὸν ὁ θάλαμος καὶ κάλω δεδεμένοι· ἀλλὰ καὶ πηδάλιον τοῦ θαλάμου πλησίον.

让我们顺从这司婚女神的心意,以我们的结合来尊奉她的母亲吧;因为在我看来,眼前的景象皆是婚姻的征兆:看那悬挂在头顶的横梁,紧系在桅桁周围的绳索。这是多么美好的预兆啊,我的主人!洞房置于轭下,缆绳紧紧系结;更有舵桨紧挨着洞房。

§5.16.5

Ἰδοὺ τοὺς γάμους ἡμῶν ἡ Τύχη κυβερνᾷ, νυμφοστολήσουσι δὲ ἡμᾶς Ποσειδῶν καὶ Νηρεΐδων χορός· ἐνταῦθα γὰρ καὶ αὐτὸς Ἀμφιτρίτην γαμεῖ. Λιγυρὸν δὲ συρίζει περὶ τοὺς κάλως καὶ τὸ πνεῦμα· ἐμοὶ μὲν ὑμέναιον ᾅδειν δοκεῖ τὰ τῶν ἀνέμων αὐλήματα.

看哪,命运正为我们的婚姻操舵,波塞冬与涅瑞伊得斯的歌舞队将为我们护送新娘,因为他自己也正是在这里迎娶了安菲特里忒。风也在缆绳间发出清脆的鸣响;在我听来,风吹出的笛声正是在歌唱婚礼的颂歌。

§5.16.6

Ὁρᾷς δὲ καὶ τὴν ὀθόνην κεκυρτωμένην, ὥσπερ ἐγκύμονα γαστέρα· δεξιόν μοι καὶ τοῦτο τῶν οἰωνισμάτων· ἔσῃ μοι ταχὺ καὶ πατήρ.”

你还看见那风帆鼓胀起来,就像孕妇的肚子一样;这对我而言也是一个吉兆:你很快也会成为我孩子的父亲了。”

§5.16.7

Ἰδὼν οὖν αὐτὴν σφόδρα ἐγκειμένην “φιλοσοφήσωμεν” εἶπον “ὦ γύναι, μέχρις λαβώμεθα γῆς· ὄμνυμι γάρ σοι τὴν θάλατταν αὐτὴν καὶ τὴν τοῦ πλοῦ τύχην, ὡς ἐσπούδακα καὶ αὐτός. Ἀλλ’ εἰσὶ καὶ θαλάσσης νόμοι.

见她逼迫得如此紧迫,我便说道:“妇人啊,在踏上陆地之前,让我们先克制守礼吧;我凭着大海本身以及航程的命运向你起誓,我自己也同样满怀渴望。但大海亦有其法度。

§5.16.8

Πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων, καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη,3 τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐν τηλικούτῳ κινδύνῳ τρυφᾷ. Μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ· μὴ συμμίξωμεν γάμον ὁμοῦ καὶ φόβον· τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν.” Ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν.

我常听那些老练的水手说,船只必须远离情欲交媾以葆纯洁,或许因为船只本是神圣之所,又或许是为了防止有人在如此巨大的危险中耽于享乐。最亲爱的人啊,万万不可冒犯大海;切莫将婚礼与恐惧混为一谈;让我们为彼此保全纯洁无暇的欢愉吧。”我这般说着,用亲吻安抚她,终于说服了她,此后我们便就这样安睡。

语法注3 条
  1. 5.16.1πλέω Λευκίππης τὸν τάφον

    通常为不及物动词的 πλέω 此处带有名词短语 τὸν τάφον 作为空间性或范围性宾格,意为“航行在留基珀的坟墓之上”。

  2. 5.16.3Θάλασσα δὲ μὴ καὶ οἰκειοτάτη ἐστὶν Ἔρωτι καὶ Ἀφροδισίοις μυστηρίοις;

    小词 μή 与直陈式 ἐστίν 连用,构成委婉提问或暗示性反问,意在引导对方肯定(“大海岂不与……最为相合吗?”)。

  3. 5.16.8καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη

    双重从属结构:不定式 δεῖν 受 ἤκουσα 支配,自身又统辖一个“宾格加不定式”结构(τὰ σκάφη εἶναι)。形容词 καθαρά 带分离属格 ἀφροδισίων,意为“船只应当远离情事而保持纯洁”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.16.1-5.16.8